Ancient Greek
ΨΑΛΜΟΣ ΡΙΖ΄.
Origen, Selecta in Psalmos [Dub.] 14-15
Not analysed yet
Λίθον ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες, οὗτος ἐγενήθη εἰς κεφαλὴν γωνίας, κ. τ. ἑ. Τοῦτο τὸ ῥητὸν εἰς Χριστὸν ἀναφέρεται· καὶ γὰρ αὐτὸς ἐν τοῖς Εὐαγγελίοις ταύτην παράγει τὴν προφητείαν λέγων· «Οὐδέποτε ἀνέγνωτε· Λίθον ὅν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες, οὗτος ἐγενήθη εἰς κεφαλὴν γωνίας; »Οἰκοδομοῦντας δὲ τοὺς Ἰουδαίους λἐγει, τοὺς γραμματεῖς, τοὺς Φαρισαίους, ὅτι ἀπεδοκίμαζιν αὐτὸν λέγοντες· «Σαμαρείτης εἶ, καὶ δαιμόνιον ἔχεις »Καὶ πάλιν· «Οὗτος οὐκ ἔστιν ἐκ τοῦ Θεοῦ, ἀλλὰ πλανᾷ τὸν ὄχλον. »