Ancient Greek
14 to 16
Origen, Selecta in Psalmos [Dub.] 14-3-16
Not analysed yet
Ὑπέλαβόν με ὡσεὶ λέων ἕτοιμος εἰς θήραν, καὶ ὡσεὶ σκύμνος οἰκῶν ἐν ἀποκρύφοις, κ. τ. ἑ. Ἐν ἀποκρύφοις (51) γὰρ καὶ ἀπροοράτοις ἡμῖν ποιοῦνται τὰς καθʼ ἡμῶν ἐνέδρας ὡς σκύμνος οἱ ἐχθροί. Τοῦ αὐτοῦ. Διὰ τοῦ ἀκαθάρτου (52) λογισμοῦ ὑπολαμβάνει τὸν νοῦν ἡμῶν ὁ ἀντικείμενος ἡμπιν λέων. Τὸ λογικὸν τῆς φύσεως ἀποῤῥίψαντες θηρία μιμοῦνται τροφῆς ἐφιέμενα, καὶ ταύτην περισκοποῦντα καὶ ἐξαπίνης ὁρμῶντα. Ἀνάστηθι, Κύριε, πρόφθασον αὐτοὺς, καὶ ὑποσκέλσόν αὐτοὺς· ῥῦσαι τὴν ψυχήν μου ἀπὸ ἀσεβοῦς, ῥομφαίαν σου ἀπὸ ἐχθρῶν τῆς χερός σου, κ. τ. ἑ. Τὴν ῥομφαίαν (53) τοῦ Θεοῦ ἔσθʼ ὅτε οἱ ἐχθροὶ τῆς χειρὸς αὐτοῦ ἀναλαμβάνουσι καθʼ ἡμῶν. Ταύτην οὖν ῥυσθῆναι καὶ ἀρθῆναι ἀπὸ τῶν ἐχθρῶν εὔχεται τῷ Θεῷ.