Ancient Greek · ~5 min
ΨΑΛΜΟΣ ΚΘ΄.
Origen, Selecta in Psalmos [Dub.] 14-6
Not analysed yet
Τοῦ αὐτοῦ. Ὁρῶν μηδὲν ἄξιον (51) ἡμᾶς ποιοῦντας τοῦ τιμίου αἶματος, οὗ ἠγοράσθημεν, ταῦτά φησιν ὁ Σωτήρ. Ἐπειδὴ γάρ τινες τῶν ὑπὲρ ὧν ἀπὸθσνεν, ἐπιμένουσι κακίᾳ καὶ δυσσεβείᾳ, ἔδοξεν ἡ εἰς τὴν διαφθορὰν τοῦ Σωτῆρος κάθοδος, καὶ ἡ ἕκχυσιςτοῦ αἵματος αὐτοῦ μάτην γεγενῆσθαι. Διαφθορὰν δὲ λέγει τὴν φύσιν τῆς σαρκὸς, ἣν ἐνδόδυται, ἢ τὸν θάνατον εἰς ὅν ἔφθασεν. Ἐρεἴς δὲ, ὅτι κατέβη μὲν εἰς διαφθορὰν, οὐκ ἔλαβε δὲ ἀπὸ τοῦ Θεοῦ ἰδεῖν διαφθοράν. «Μὴ ἐξομολογήσεταί σοι χοῦς; ἢ ἀναγγελεῖ τὴο ἀλήθειάν σου; »Ὁ διὰ τοῦ τὰ ὑλικὰ πράττειν, καὶ φρονεῖν τὰ ἐπίγεια, χοῦς γεγονὼς, καὶ ἐπιμένων τῇ ἁμαρτίᾳ, οὐδʼ ἐξομολογήσεται τῷ Θεῷ, ἢ ἀναγγελεῖ τὴν ἀλήθειαν αὐτοῦ, καὶ διʼ ἠθῶν καὶ γνώσεως ἐσφαλμένος. Ὁ γὰρ ἕχων τὴν εἰκόνα τοῦ χοϊκοῦ, τῷ εἶναι ἐν σαρκὶ, καὶ μὴ πνεύματι, χοῦς ἐστι, καὶ ἐν ᾅδῃ ἐστί· διὸ οὐδὲ ἐξομολογήσεται τῷ Θεῷ. Ὁ δὲ ἀναγγέλλων τὴν ἀλήθειαν τοῦ Θεοῦ, ταχθεὶς ὑπʼ αὐτοῦ διδάσκαλος, οὐκ ἂν εἴη χοῦς· κολλώμενος γὰρ τῷ Κυρίῳ, ἕν πνεῦμά ἐστιν. Ἀλλὰ κὰν χοῦς τις ᾗ. καὶ φορῶν τὴν εἰκόνα τοῦ χοικοῦ, οὐκ ἂν δύναιτο ἀναγγέλλειν τὴν ἀλήθειαν τοῦ Θεοῦ.