Ancient Greek · ~2 min
ΨΑΛΜΟΣ ΞΔ΄.
Origen, Selecta in Psalmos [Dub.] 14-9
Not analysed yet
Εὐλογήσεις τὸν στέφανον τοῦ ἐνιαυτοῦ, κ. τ. ἑ. Ἐν Ἡσαῒᾳ (44) φησί· «Πνεῦμα Κυρίου ἐπʼ ἐμὲ, οὗ ἕνεκεν ἔχρισέ με, εὐαγγελίσασθαι πτωχοῖς ἀπέσταλκέ με, ἰάσασθαι τοὺς συντετριμμένους τὴν καρδίαν, κηρύξαι αἰχμαλώτοις ἄφεσιν, καὶ τυφλοῖς ἀνάβλεψιν, καὶ καλέσαι ἐνιαυτὸν Κυρίου δεκτόν. »Ἐνιαυτὸν τοίνυν χρηστότητος τὸν μετὰ τὴν ἐνανθρώπησιν τοῦ Σωτῆρος ὀνομάζει χρόνον, ὡς μίαν αὐτῷ καρποφορίαν προσάγοντα. Τούτῳ τὴν εὐλογίαν ὁ προφήτης ἐπηύξατο.