Ancient Greek
ΨΑΛΜΟΣ ΙΖ´.
Origen, Selecta in Psalmos [Dub.] 16-2
Not analysed yet
Καὶ ἔθετο σκότος ἀποκρυφὴν αὐτοῦ, κύκλῳ αὐτοῦ ἡ σκηνὴ αὐτοῦ· σκοτεινὸν ὕδωρ ἐν νεφέλαις ἀέρων, κ. τ. ἑ. Ἐπειδὴ ἔθετο σκότος (74) ἀποκρυφὴν αὐτοῦ, καὶ ἔστι κύκλῳ αὐτοῦ ἡ σκηνὴ αὐτοῦ. διὰ τοῦτο τὸ σκοτεινὸν ὕδωρ ἐν νεφέλαις ἀέρων, τουτέστι τὸ ἐν τοῖς προφήταις· «Ἐντελοῦμαι γὰρ. φησὶ, ταῖς νεφέλαις τοῦ μὴ βρέξαι ἐπʼ αὐτοὺς ὑετὸν. καὶ ἔσται λιμὸς, οὐ λιμὸς ἄρτου, ἀλλὰ λιμὸς τοῦ ἀκοῦσαι λόγον Κυρίου. »Εἰ ὁ Θεὸς ἡμῶν φῶς ἐστι. πῶς καλύπτεται σκότει; Οἶμαι δὲ, ὅτι αὐτὸν οὔτω καλύπτει σκότος, ὡς καὶ τῇ ἀγνοίᾳ τὸ γινωσκόμενων ὀ νακαλύπτεται, ἥτις ὡς πρὸς τὸν γινώσκοντα, καὶ οὐ πρὸς τὸ γινωσκόμενον λέγεται. Σκηνὴν δὲ αὐτοῦ τὴν σάρκα ὠνόμασεν, ἐν ᾗ Χριστὸς ἐκαθέζετο· ἔτι δὲ καὶ τὸ φάναι σκηνὴν διὰ τὸ πρόσκαιρον τῆς σαρκώθεως. «Εἰ γὰρ ἐγνώκαμεν, φησὶ, Χριστὸν κατὰ σάρκα, ἀλλὰ νῦν οὐκέτι γινώσκομεν. »Ἤ τάχα σκηνὴν τὸ σῶμα ὠνόμασε διὰ τὴν ἄμπελον ἢν ἐξ Αἰγύπτου μετῇρεν, ἵνα φυλάξῃ αὐτὴν, ἄχρις οὗ πεπανθῇ ὁ βότρυς, καὶ μὴ λυμαίνηται αὐτὴν ὗς ἐκ δρυμοῦ. Δύναται δὲ σκηνὴν λέγειν καὶ τὴν σωματικὴν φύσιν, ἐν ᾗ Θεὸς διὰ τοῦ Λόγου ὁρᾶται, εἴ γε ἐκ καλλονῆς κτισμάτων ὁ γενεσιουργὸς θεωρεῖται, καὶ διὰ τῶν ποιημάτων νοούμενος καθορᾶται.