Ancient Greek · ~2 min
ΨΑΛΜΟΣ ΚΘ΄.
Origen, Selecta in Psalmos [Dub.] 16-3
Not analysed yet
Ἡκουσε Κύριος, κοὶ ἠλέησέ με. Κόρος ἐγενήᾶη βοηθός μου, κ. τ. ἐ. Λέγοι δʼ ἂν ταῦτα (53) καὶ ὁ Σωτὴῳ εἰσακουσθεὶς περὶ τῶν κοινωνικῶν ὡς διʼ αὐτοῦ μελλόντων ἐξομολογεῖσθαι τῷ Θεῷ, ἐφʼ οἶς εὐφραινόμενός φησιν· Οὐ μὴ λυπηθῶ,(τοῦτο γὰρ τὸ, «Οὐ μὴ κατανυγῶ· »)τὴν ἐμὴν δόξαν ἀπολαβών. Ἡλεῆσθαι δὲ λέγει ἐλεηθεὶς τῶν ἡμῶν, καὶ τὸ περὶ ἡμῶν πένθος καὶ κοπετὸν εἰς εὐφροσύνην μεταβαλών. Καὶ ἐπὶ τῇ τῶν σωζομένων σωτηρίᾳ φησίν· «Κύριε ὁ Θεός μου, εἰς τὸν αἰῶνα ἐξομολογήσομαί σοι. »