Ancient Greek · ~3 min
ΨΑΛΜΟΣ Κ΄
Origen, Selecta in Psalmos [Dub.] 17-3
Not analysed yet
Ὅτι θήσεις αὐτοὺς νῶτον· ἐν τοῖς περιλοίπϲ σου ἑτοιμάσεις τὸ πρόσωπον αὐτῶν, κ. τ. ἑ. Μετὰ τίθεσθαι (47) τοὺς μισοῦντας τὸν Κύριον ὡς κλίβανον πυρὸς εἰς καιρὸν τοῦ προσώπου αὐτοῦ, καὶ συιταράσσεσθαι αὐτοὺς ὑπὸ Κυρίου ἐν τῇ ὀργῇ αὐτοῦ. καὶ ἡνίκα καταφάγηται αὐτοὺς πῦρ, καὶ ἀπολέση ??Κύριος τὸν καρπὸν αὐτῶν ἀπὸ γῆς, ἐπείπερ οὐ πνεύματος καρπὸς ἦν· καὶ ἐπὰν τὸ σπέρμα αὐτῶν ἀπιλέσῃ ἀπὸ υἱῶν ἀνθρώπων (ἕκλιναν γὰρ οἱ μισοῦντες Κύριον κακὰ εἰς αὐτὸν, καὶ διελογίσαντο βουλὰ ἃς στῆσαι οὐ δύνανται)· καὶ ἐπὰν μετὰ ταῦτα θῇ αὐτοὺς φεύγοντας νῶτον, τότε ἑτοιμάσει τὸ πρόσα πον αὐτῶν ἐν τοῖς περιλοίποις, ἵνα καὶ ἐν τούτας; μετὰ τοὺς τοσούτους ἀνέσεως τύχωσι, καὶ θεωρήσωσι.