Ancient Greek
17 to 19
Origen, Selecta in Psalmos [Dub.] 17-7-19
Not analysed yet
Πλὴν ὁ Θεὸς συνθλάσει κεφαλὰς ἐχθρῶν αὐτοῦ, κορυφὴν τριχὸς διαπορευομένων ἐν πλημμελείαις κὐτῶν, κ. τ. ἑ. Κεφαλαὶ ἐχθρῶν (89) οἱ ἅρχοντες, ἢ τὰ ἡγεμονικά. Οἱ ἐχθροὶ οὗτοι, οἱ ὄντες ἐκ τοῦ πλημμελεῖν, διαπορεύονται ἐν πλημμελείαις αὐτῶν. Ἤ ἐχθρῶν κεφαλαὶ τὰ πρώτως ἐκ τῶν δαιμόνων ἐπισυμβαίνοντα νοήματα τῇ ψυχῇ. Εἶπε Κόριος· Ἐκ Βασὰν ἐπιστρέψω, ἐπιστρέψω ἐν βυθοῖς θαλάσσης, ὅπως ἄν βαφῇ ὁ ποῦς σου ἐν αἵματι, κ. τ. ἑ. Βασὰν ἑρμηνεύεται (09) αἰσχύνη, ἢν διʼ ἡμᾶς κατέβη ὁ Κύριος, αἰσχύνης καταφρονήσας. Βάπτεται δὲ καὶ ὁ ποῦς αὐτοῦ αἵματι τῷ ἐκ τῆς ἑκάστου κεφαλῆς τῶν ἐχθρῶν ἀποῤῥέοντι. «Κατεπάτησα »γὰρ «αὐτοὺς, »φησὶν Ἡσαῒας, «ἐν θυμῷ μου. »Ἐθεωρήθησαν αἱ πορεῖαί σου, ὁ Θεὸς, κ. τ. ἑ. Ἐν τῇ Χριστοῦ ἐπιδημίᾳ (91) ἐθεωρήθησαν αἱ πορεῖαι τοὺ Θεοῦ ὑπὸ τῶν κεκοσμημένων λόγῳ γνώσεως.