Ancient Greek · ~2 min
ΨΑΛΜΟΣ Ο̣?΄.
Origen, Selecta in Psalmos [Dub.] 19-3
Not analysed yet
Ἐν τῇ θαλάσσῃ ἡ όδός σου, καὶ αἱ τρίβοι σου ἐν ὕδασι πσλλοῖς, καὶ τὰ ἴχνη σου οὐ γνωσθήσεται, κ. τ. ἑ. Ἀνωτέρω εἴρηται (40)· «Ὁ Θεὸς, ἐν τῷ ἁγίῳ ἡ ὀδός σου. »Ἡ μὲν ὀδὸς τοῦ Θεοῦ ἐν θαλάσσῃ γέγονεν Ἐρυθρᾷ, αἱ δὲ τρίβοι αὐτοῦ ἐν ὕδασι πολλοῖς, ἐπὶ τοῦ Ἰορδάνου, ἐπὶ Ἰησοῦ καὶ Ἡλίου. «Ἀλλὰ καὶ «ἀνεξιχνίαστοι αἱ ὁδοὶ αὐτοῦ. »Διὸ «καὶ τὰ ἴχνη αὐτοῦ οὐ γνωσθήσεται »ὁδεύοντος ἐν θαλάσσῃ, καὶ τρίβους ἐν ὕδασι πολλοῖς ἔχοντος, ἐν οἷς ὡδήγησε τὸν λαὸν αὐτοῦ διὰ θαλάσσης Ἐρυθρᾶς.