Ancient Greek
ΨΑΛΜΟΣ ΜΘ΄.
Origen, Selecta in Psalmos [Dub.] 2-38
Not analysed yet
Ἐκ Σιὼν ἡ εὐπρέπεια τῆς ὡραιότητος, κ. τ. ἑ. Εἴπερ εὐπρέπεια (95) καὶ ὡραιότης Κυρίου ἡ σοφία ἐστίν· αὕτη ἐν τῇ Σιών ἐστιν. Οὗτος ἐφʼ οὗ τῇ γενέσει λέγομεν· Ἐμμανουήλ ἐμφανῶς ἦλθε, καὶ οὐ παρασιωπᾷ, ἀλλὰ λέγει δἰ ὧν θέλει, ἐπεὶ Θεὸς ἡμῶν ἐστι. Νῦν μὲν, φησὶν, «οὐ παρασιωπήσεται· ἐξῆς δὲ, «ταῦτα ἐποίησας, καὶ ἐσίγησα. Πῦρ ἐνώπιον αὐτοῦ. »—. «Πῦρ γὰρ, φησὶν, ἦλθον βαλεἴν ἐπὶ τὴν γῆν. »Καὶ ἐν τῷ Δανιήλ· «Ποταμὸς πυρὸς εἷλκεν ἔμπροσθεν αὐτοῦ. »Πῦρ δὲ καὶ καταιγὶς ἐπὶ τοὺς μὴ προσέχοντας αὐτοῦ τῇ ἐπιφανείᾳ καὶ τῷ Λόγῳ, ὃς ἥξει ἐκ τῆς ἐπουρανίου Σιὼν, ἰσοσθενὴς ὢν τῷ Πατρί· οὐράνιος γὰρ ἦν Θεὸς, καὶ ὅτε ἦλθεν ἐμφανῶς, ἤτοι ὅτε γέγονε σάρξ. Τότε γὰρ ὁρατὸς γέγονεν ἐλθὼν, οὐ παρασιωπήσεται, ἀλλὰ τοῦ κόσμου ἐλέγξει τὴν ἁμαρτίαν, ἥγουν τὴν βούλησιν ἀναγγελεῖ τοῦ Πατρός. Καλεῖται γὰρ «μεγάλης βουλῆς ἄγγελος. Τὸ δὲ πῦρ τὸ φῶς σημαίνει τὸ ἐξ αὐτοῦ· τῆς γὰρ γνώσεως τοῦ Χριστοῦ τὸ διὰ πίστεως νοητὸν φῶς ἡγεῖται. Νοήσεις δὲ καὶ οὕτω· Ἐν ἐξουσίᾳ καὶ δυνάμει θεότητος ὢν, καίπερ γεγονὼς ἐν σαρκὶ, καθάπερ τι πῦρ καὶ καταιγὶς προσέβαλε τοῖς ἀντικειμένοις αὐτῷ διαβόλῳ καὶ δαίμοσιν.