Ancient Greek · ~5 min
ΨΑΛΜΟΣ ΞΒ΄.
Origen, Selecta in Psalmos [Dub.] 2-46
Not analysed yet
Τοῦ αὐτοῦ. Τῷ Θεῷ μὲν (11) διψᾷ ὁ τοῦ καλοοῦ διψῶν, διαβόλῳ δὲ ὁ τοῦ αἰσχροῦ. Ἀλλὰ καὶ ἐν τῷ ἁγίῳ ὀφθῆναι δεῖ τῷ Θεῷ τὸν ὀψόμενον τὴν δύναμιν καὶ τὴν δόξαν αὐτοῦ. Χριστὸς δὲ Θεοῦ δύναμις καὶ ἀπαύγάσμα τῆς δόξης αὐτοῦ. Καὶ ὁ μὲν ἄγαμος μεριμνῶν τὰ τοῦ Κυρίου, πῶς ἀρέσει τῷ Θεῷ, ἴνα ᾖ ἅγιος τῷ σώματι καὶ τῷ πνεύματι, εἴποι ἃν περὶ τῆς ἑαυτοῦ σαρκὸς τῷ Κυρίῳ· «Σοὶ ἡ σάρξ μου· »ὁ δὲ πορνεύων εἵποι ἂν τῷ διαβόλῳ· «Σοὶ ἡ σάρξ μου· »ὁ ἐν ἁγνείᾳ δʼ ὣνλέγοι ἂν τὴν ἑαυτοῦ σάρκα «ἐν τῇ ἐρήμῳ· »ἐπείπερ ἐν ἐρημίᾳ ἐστὶν ἡ σὰρξ αὐτοῦ. καὶ «ἐν ἀβάτῳ, »οὐδὲ πονηροῦ λογισμοῦ ἐπιβαίνοντος αὐτῷ. «Καὶ ἐν ἀνύδρςν· »ὑγρὸν μὲν γὰρ τὸ σῶμα τοῦ καταφτροῦς, ξηρὸν δὲ τὸ τοῦ καθαρεύοντος. Ὅθεν ὁ εὐνοῦχος λέγει· «Ὅτι ἐγώ εἰμι ξύλον ξηρόν. »Πλὴν ὁ λέγων οὕτως, «ἐν τῷ ἁγίῳ ὥφθην σοι, »ὀρθρίζει πρὸς Θεὸν, καὶ διψᾷ ἑαυτῷ τῇ ψυχῇ ἑαυτοῦ πολλαπλῶς. καὶ ἡ σὰρξ αὐτοῦ ἐν γῇ ἐστιν ἐρήμῳ „ἀβάτῳ καὶ ἀνύδρῳ.