Ancient Greek · ~2 min
ΨΑΛΜΟΣ ΞΖ΄.
Origen, Selecta in Psalmos [Dub.] 2-50
Not analysed yet
Καὶ φυγέτωσαν οἱ μισοῦντες αὐτὸν ἀπὸ προσὠπου αὐτοῦ, κ. τ. ἑ. Μισοῦσι τὸν κτίσαντα (74) οἱ κακολογοῦντες τὴν Πρόνοιαν, ἢ τὰς παλαιὰς Γραφὰς, ἀλλὰ καὶ τὰ ἐχθρὰ τῇ ἀγάπῃ πράττοντες. «Ὁ γὰρ Θεὸς ἀγάπη ἐστίν. »Ἥ μισοῦντας Θεὸν καταφεύγοντας ἀπὸ προσώπου αὐτοῦ λέγει τοὺς περὶ πρακτικὴν κακίαν ἔχοντας. Εἰ γὰρ ὁ ἀγαπῶν αὐτὸν τηρεῖ τὰς ἐντολὰς αὐτοῦ, ὁ μὴ τηρῶν αὐτὰς οὐκ ἀγαπᾷ αὐτόν. Οὗτοι δέ εἰσιν οἱ μισοῦντες τὸν Θεὸν, οἱ τὰ μεμισημένα αὐτῷ πράττοντες.