Ancient Greek
ΨΑΛΜΟΣ ΡΙΖ΄.
Origen, Selecta in Psalmos [Dub.] 2-54
Not analysed yet
Εἰπάτω δὴ οἶκος Ἀαρὼν, κ. τ. ἑ. Ἐὰν μή τις ᾗ Ἰσραὴλ, ἢ οἶκος Ἀαρὼν, ἢ φοβούμενος τὸν Κύριον, οὐ γεύεται τῆς χρηστότητος Κυρίου, οὗ εἰς αἰῶνα τὸ ἔλεός ἐστι. Διὸ οὗτοι μόνοι ἐροῦσι τὸ, «Εἰς τὸν αἱῶνα τὸ ἔλεος αὐτοῦ. »Οἷς οἶμαι τρισὶν οὗσι τάγμασι τρεῖς εἶναι γενικοὺς ἐλέους. Ἐτεὶ δὲ οἷκός ἐστι σὐστημα νομίμως ἱδρυμένον πρὸς βίον, διὰ τοῦτο νῦν «ὁ οἶκος »ἐπὶ τοῦ οἴκου Ἀαρὼν τέτακται. Καὶ σκόπει εἰ δύναται ὁ ναὸς εἶναι οἶκος Ἀαρὼν, ὅπου οἱ ἱερεῖς τὴν λατρείαν ἐπιτελοῦσι. Κεχωρισμένους οὖν τοὺς ἱερεῖς εἰς τὴν ὑμνῳδίαν ἐκάλει, ὅτι καὶ πλείονος ἀπήλαυον αὐτοὶ τιμῆς, οὐ μόνον κατὰ τὸν τῆς ἱερωσύνης λόγον, ἀλλὰ καὶ κατὰ τὰ ἄλλα πάντα. Καὶ γὰρ ἡνίκα πῦρ κατηνέχθη, διʼ αὐτοὺς κατηνέχθη, καὶ γῆ ἐσείσθη, καὶ ῥάβδος ἐβλάστησε· καὶ μυρία ἕτερα γέγονε διʼ αὐτῶν καὶ ὑπὲρ αὐτῶν θαύματα.