Ancient Greek · ~1 min
ΨΑΛΜΟΣ ΜΓ΄.
Origen, Selecta in Psalmos [Dub.] 21-3
Not analysed yet
Ἀνάστα, Κύριε, βοήθησον ἡμῖν, καὶ λύτρωσαι ἡμᾶς ἕνεκεν τοῦ ὀνόματός σου, κ. τ. ἑ. Λέγοιεν τοιαῦτα (28) πρὸς τὸν Σωτῆρα ἐν τῇ καρδίᾳ τῆς γῆς διατρίβοντα κατὰ τὸν τοῦ πάθους καιρόν· ὅς, τὴν ψυχὴν αὐτοῦ λύτρον διδοὺς ἀντὶ πολλῶν, ποιεῖ ταῦτα ὑπὲρ τῆς δόξης τοῦ ὀνόματος αὐτοῦ.