Ancient Greek · ~2 min
ΨΑΛΜΟΣ ΙΘ΄.
Origen, Selecta in Psalmos [Dub.] 3-15
Not analysed yet
Μνησθείη πάσης θυσίας σου, καὶ τὸ ὀλοκαύτωμά σου πιανάτω, κ. τ. ἑ. Τὰ μὲν ἄλογα (25) ζῶα πιαινόμενα θύεται καὶ ὁλοκαυτοῦται, τὰ δὲ λογικὲ μετὰ τὸ ὁλοκαυτωθῆναι πιαίνεται, εἵ γε μετὰ τὴν ἁγίου πυρὸς κάθαρσιν καταξιοῦται γνώσεως ὁλόκληρον καθαγιαζόμενον πυρί. Πιαίνει ὁ Θεὸς ὁλοκαυτώματά τινος. ἵνα ἡ πιότης τρέφῃ τὸ ἐπὶ τοῦ θυσιαστηρίου πῦρ. Μηδέποτε ἀψύχων μὲν ἡ θυσία, ἐμψύχων δὲ τὰ ὁλοκαυτώματα.