Ancient Greek · ~3 min
ΨΑΛΜΟΣ ΚΑ΄.
Origen, Selecta in Psalmos [Dub.] 3-16
Not analysed yet
Ἐγὼ δέ εἰμι σκώληξ καὶ οὐκ ἄνθρωπος, κ. τ. ἑ. Ὁ σκώληξ (52) οὐκ ἐκ συνδυασμοῦ γεννᾶται, ἀλλʼ ἀπὸ ξύλου, καὶ κατεσθίει ξύλα, χόρτον, καλάμην. Τάχα καὶ ὁ Θεὸς ἡμῶν πῦρ ἐστι καταναλίσκον τὴν μοχθηρὰν καὶ εὔπρηστον ὕλην. Εἰ δὲ ξύλα καὶ αἱ λογικαὶ ὀνομάζονται φύσεις «Σὲ» γὰρ, φησὶν, «ἐζήλωσαν πάντα τὰ ξύλα τοῦ παραδείσου, »ἐν δὲ ταύταις πέφυκε γεννᾶσθαι Χριστὸς ὡς σοφία, καὶ δικαιοσύνη· καλῶς ὁ Χριστὸς ὀνομάζεται σκώληξ ἐν τοῖς τοιούτοις ξύλοις γενόμενος. Ἀλλὰ καὶ ὡς σκώληξ δέλεαρ γέγονε τῷ διαβόλῳ καὶ τοῖε ἀγγέλοις αὐτοῦ· καὶ εὑρίσκεται μὲν τῷ σοφῷ εὐθὺς, τῷ δὲ ἄφρονι σκολιός. Τίνεται δὲ καὶ ἡμῖν ἁμαρτάνουσι σκώληξ, τὴν συνείδησιν ἡμῶν διελέγχων καὶ κατατρώγων.