Ancient Greek · ~4 min
ΨΑΛΜΟΣ Κ̣?΄.
Origen, Selecta in Psalmos [Dub.] 3-21
Not analysed yet
Τοῦ αὐτοῦ. Εἰ ἡμεῖς τὰς τοῦ Χριστοῦ (10) σάρκας ἐσθίομεν, («Ὁ τρώγων »γάρ «μου, »φησὶ, «τὴν σάρκα, καὶ πίνων μου τὸ οἶμα·») τὰς δὲ ἡμετέρας οἱ δαίμονες· μήποτε καὶ τὰς τοῦ Χριστοῦ ἄρα σάρκας οἱ δαίμονες ἐσθίουσι, τὰς ἐν ἡμῖν ἀρετὰς καὶ τὰ ἀληθῆ δόγματα διαφθείρειν σπουδάζοντες· λέγεται γὰρ τὸ «φαγεῖν »καὶ ἐπὶ τοῦ «διαφθείρειν.» —«Ἐὰν» γὰρ «θέλητε, »φησὶν, «καὶ εἰσακούσητέ μου, τὰ ἀγαθὰ τῆς γῆς φάγεσθε. Ἐὰν δὲ μὴ θέλητε, μηδὲ εἰσακούσητέ μου, μάχαιρα ὑμᾶς κατέδεται· τὸ γὰρ στόμα Κυρίου ἐλάλησε ταῦτα.» Ἐνταῦθα γὰρ τὸ, «κατέδεται,» ἀντὶ τοῦ, «διαφθείρει.» κεῖται· μάχαιρα γὰρ ἐσθίειν οὐ πέφυκεν. Ἤ τὰς σάρκας ἡμῶν λέγονται ἐσθίειν οἱ δαίμονες ἀντὶ τοῦ τὰ ἐκ τῆς σαρκὸς φυόμενα. «Φανερὰ δέ ἐστι τὰ ἔργα τῆς σαρκὸς, »ὁ ἱερὸς Ἀπόστολός φησιν, «ἄτινά ἐστι μοιχεῖαι, πορνεῖαι, ἀσέλγειαι, εἰδωλολατρεῖαι,» καὶ τὰ ἐξῆς.