Ancient Greek · ~4 min
ΨΑΛΜΟΣ ΛΔ΄.
Origen, Selecta in Psalmos [Dub.] 3-26
Not analysed yet
Ἐπιλαβοῦ ὅπλου καὶ θυρεοῦ, καὶ ἀνάστηθὶ εὶςβοήθειάν μοι, κ. τ. ἑ. ε Λήψεται πανοπλίαν (3) τὸν ζῆλον αὐτοῦ, καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμοναν τῶν ἐχθρῶν. Ἐνδύσεται θώρακα δλαιοσύνην, καὶ περιθήσεται κόρυθα κρίσιν ἀνυπόκριτον· λήψεται ἀσπίδα ἀκαταμάχητον ὁσιότητα· ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαίαν. »Τούτων χρείᾳ φησίν· «Ἐπιλαβοῦ ὅπλου καὶ θυρεοῦ. »Ὥσπερ δὲ συγκόπτουσιν οἱ δίκαιοι τελειωθέντες τὰς μαχαίρας εἰς ἄροτρα, καὶ τὰς ζιβύνας αὐτῶν εἰς δρέπανα· οὕτω μετὰ τὰς κολάσεις μεταποιήσει τὴν ἑαυτοῦ πανοπλίαν ὁ Θεὸς τὸν ζῆλον αὐτοῦ εἰς εἰρηνιεκὰ ἐνδύματα, καὶ τὸν θώρακα εἰς ποδήρη καὶ λόγιον, τὴν δὲ κόρυθα εἰς κίδαριν ἱερατικὴν, τὴν δὲ ἀσφάλειαν εἰς τὴν ἐν εἰρήνῃ ὁσιότητα, τὴν δὲ ὀργὴν εἰς χρηστότητα. Ἀγαθότης δὲ τὸ οὐ μόνον ἐκχυθῆναι, ἀλλὰ καὶ συγκλεισθῆναι ῥομφαίαν. Ἡ τοῦτό φησιν· Ἐπιλαβόμενος τοῦ καταλλήλου τοῦ θυρεοῦ, καὶ ὅπλου τῆς ἀληθείας, «ἀνάστα εἰς τὴν βοήθειάν μου· »τουτέστιν, ὑπέρμαχος γενοῦ. Καὶ τὸ, «Ἔκχεον ῥομφαίαν, »ἀντὶ τοῦ, Γύμνωσον, λέγει· τὸ δὲ, «Σύγκλεισον ἐξ ἐνανίας τῶν καταδιωκόντων με, »ἀντὶ τοῦ, Ἀπάντησον καὶ περίκλεισον αὐτοῖς τὸν δρόμον, ξίφει τὴν ὁρμὴν αὐτῶν ἀπείργων.