Ancient Greek · ~3 min
ΨΑΛΜΟΣ ΛΕ΄.
Origen, Selecta in Psalmos [Dub.] 3-27
Not analysed yet
Τὰ ῥήματα τοῦ στόματος αὐτοῦ ἀνομία καὶ δόλος, κ. τ. ἑ. Ἔτερός φησι (21)· «Τὰ ῥήματα τοῦ στόματος αὐτοῦ ἀνομία καὶ κόπος, »τουτέστιν ἐπαχθῆ, ὡς κόπον ἐμποιεῖν τοῖς προσέχουσιν. «Οὐκ ἠβουλήθη συνιέναι »Δῆλον ἐκ τῶν εἰρημένων, ὡς ὁ παράνομος οὐκ ἐκ κατασκευῆς ἐστι τοιοῦτος· τὸ γὰρ μὴ βούλεσθαι σύνεσιν ἔχειν ἐπὶ τῷ ἀγαθὰ ποιεῖν αὐτεξουσίου. Ἔτι δὲ πρὸς τούτοις «ἀνομίαν διελογίσατο, »καὶ τὰ ἐξῆς. Τοιοῦτόν ἐστι τό· «Οὐαὶ οἱ ἐργαζόμενοι κακὰ ἐπὶ τῆς κοίτης αὐτῶν, καὶ ἅμα τῇ ἡμέρᾳ συνετέλουν ταὐτά. »Οὕτως ὁ ἀνομίαν λαγισαμενος ἐπὶ τῆς κοίτης τυγχάνων παρίσταται πάπ ὀδῷ οὐκ ἀγαθῇ, τουτέστι πάσῃ πράξει πονηρᾷ, οὐ προσοχθίζων τῇ κακίᾳ αὐτοῦ· ἀποδεχόμενος αὐτὴν οὗσαν χειρίστην ἔξιν, πρακτικῶς ἄρχεται ὁδεάειν πᾶσαν οὐκ ἀγαθὴν ὁδόν.