Ancient Greek · ~2 min
ΨΑΛΜΟΣ ΜΑ΄.
Origen, Selecta in Psalmos [Dub.] 3-30
Not analysed yet
Ἐγενήθη τὰ δάκρυά μου ἐμοὶ, κ τ. ἑ. Ὧν τό δάκρυα (91) ἄρτος, μακάριοι οἱ κλαίοντες νῦν. Τε· λείου ἐστὶ τὸ δύνασθαι τοῦτο λέγειν· ἐπεὶ ὁ ἀτελής ταράσσεται ὑπὸ τῶν ἔξωθεν, καὶ ἔξω τὴν ἑαυτοῦ ψυχὴν ἔχει, ἀσχήμων καὶ ἐλεγχόμενος παρὰ πᾶσι, διά τῶν λόγων ἀπογυμνῶν τὴν ψυχήν. Ὁ δὲ ἅγιος συνά. γει ἀπὸ τῶν πρὸς τὰ ἔξω τὴν ψυχὴν ἑαυτοῦ. Ὁ δὲ ἀπὸ διαθέσεως δακρύων τὰ δάκρυα αὐτοῦ ἄρτου δίκη τραφήσεται· οὐκ ἐν τοῖς ἀνετικοῖς μόνον, ἃ ἡμέρ καλεῖ, ἀλλὰ καὶ ἐν τοῖς περιστατικοῖς, ἃ νύκτα ὀνομάζει.