Ancient Greek · ~3 min
ΨΑΛΜΟΣ ΝΘ΄.
Origen, Selecta in Psalmos [Dub.] 3-40
Not analysed yet
Ἔδειξας τῷ λαῷ σου σκληρὰ, κ. τ. ἑ. Δείκνυ (90) τινι σκληρὰ, ὅταν ἐπιπόνοις περιπέσῃ· ἅπερταί ἄν τις δέξηται ἐπὶ μετάγνωσιν προτέρων ἁμαρτημάτων, οἶνον κατανύξεως πίνει, αἰτίαν τοῦ κατανύττεσθαι ἐπὶ μετανοίᾳ λαμβάνων. Πολλαχοὑ δὲ τῆς Γραφῆς ἀκράτῳ ὁμωνυμεῖ τὰ σκληρὰ τὰ περιστατικά· ὡς ἐν τῷ, «Ποτήριον ἐν χειρὶ Κυρίου σῖνου ἀκράτου. »Ὁμωνυμεῖ δὲ τὰ σκληρὰ ταῖς εἰρημέναις σκληραῖς ὁδοῖς ἐν ἑκκαιδεκάτῳ ψαλμῷ, οὕτως· «Διὰ τοὺς λόγους τῶν χειλέων σου ἐγὼ ἐφύλαξα ὁδοὺς σκληράς. »Ἐκεῖ μὲν γὰρ ὁδοὶ σκληραὶ εἴρηνται αἰ ἀρεταὶ διὰ τὸ σὺν ἱδρῶτι πολλῷ καὶ πόνῳ κατορθοῦσθαι αὐτάς· ἐνταῦθα δὲ εἶδεν ὁ λαὸς σκληρὰ, πειρασθεὶς κακωτικῶν.