Ancient Greek · ~7 min
ΨΑΛΜΟΣ Ξ΄.
Origen, Selecta in Psalmos [Dub.] 3-41
Not analysed yet
Ἐν πέτρᾳ ὕψωσάς με, κ. τ. ἑ. Πέτραν σημαίνεσθαι (94) ἐκδεξόμεθα ῥέουσαν πνευματικὸν πόμα, τὸν Χριστόν φημι. Ὁ ἐν ταύτῃ τῇ πέτρᾳ γενόμενος. ,τῷ μετέχειν αὐτῆς (ὑπάρχει γὰρ «σοφία, καὶ δικαιοσύνη, καὶ ἁγιασμὸς »)μετεωρίζεται κατὰ τὸν νοῦν, ὑψούμενος ὑπὸ τοῦ Θεοῦ. Καὶ οἱ ἕπεσθαι δὲ τῷ Σωτῆρι προθέμενοι, κατὰ τὰς αὐτοῦ προτροπὰς λέγοντος, «Δεῦτε ὀπίσω μου, »ὁδηγῷ αὐτῷ χρώμενοι, τῆς αὐτῆς ἐπάρσεως κοινωνοῦσι, οὐκ ἅλλον ἐλπίσαντες ἡγεμόνα εὑρήσειν τῆς ἀγούσης πρὸς τὸν πάντων αἵτιον ὁδοῦ. Ταύτης τῆς δωρεᾶς τυχὼν καὶ Δαυῒδ, μεθʼ ὕμνου λέγει τῷ Κυρίῳ «Ὡδήγησάς με, ὅτι ἐγενήθης ἐλπίς μου· »οὐ μόνον δὲ ὁδηγὸς, ἀλλὰ καὶ πύργος γέγονάς μοι ἀπὸ προσώπου ἐχθροῦ· σὲ γὰρ ἰσχὺν ἔχων, καὶ ἰσχύος πύργον, ἀβλαβὴς διέμεινα· καίτοι τοῦ ἐχθροῦ τυγχάνοντος ἀντιπροσώπου, καὶ πολεμεῖν ἑλοντος. Δύναται ἀναφορὰν ἔχειν εἰς τὸ, «ἀπὸ προσώπου ἐχθροῦ, »καὶ τὸ, «ὡδήγησάς με, »εἱρμῷ τοιούτῳ· Ὡδήγησάς με ἀπὸ προσώπου ἐχθροῦ, ἐλπίς μου γεγενημένος· ἀλλὰ καὶ πύργος ἰσχύος πρὸς τὸ ὡδηγηκέναι με, ἀπὸ προσώπου ἐχθροῦ γέγονάς μοι. Ἐλπὶς τῶν ἀγίων ἀληθινὴ καὶ ἀδιάπτωτος ὁ Σωτήρ· περὶ οὗ φησι Παῦλος· «Καὶ Ἰησοῦ Χριστοῦ τῆς ἐλπίδος ἡμῶν »καὶ ἡ προφητεία· «Ἐπʼ αὐτῷ ἕθνη ἐλπιοῦσιν. »Αὐτὸς γὰρ ὁ προαναφωνηθεὶς ἔσεσθαι ἐθνῶν προσδοκία. Παροικεῖ δέ τις τελειωθεὶς ἐν ἁχιότητι εἰς τοὺς αἰῶνας ἐν ἐκείνῳ τῷ σκηνώματι· ὅ δηλοῖ τὸ, «Τίς κατασκηνώσει ἐν ὅρει ἁγίῳ σου; »Αἰώνιον γὰρ τοῦτο ταυτὸν ὃν τῇ σκηνῇ, ἢν ἔπηξεν ὁ Κύριος, καὶ οὐκ ἄνθρωπος. Πλὴν εἰ καὶ οὕτω τελειότητος ἔχει ἡ τοιαύτη σκηνὴ, ὡς καὶ Ἅγια ἀγίων εἶναι, ἀλλʼ οὖν ἐστι μετʼ αὐτὴν κατάστασις ὑπερέχουσα τῶν λογικῶν, καθʼ ἣν ἔσονται ἐν Πατρὶ καὶ Υἱῷ, μᾶλλον δὲ τῇ Τριάδι· διὸ παροικεῖν εἰς τοὺς αἰῶνας, ἀλλʼ κατοικεῖν ἐν τῷ σκηνώματι εἴρηται Ὁ ἐν τούτῳ τῷ οἴκῳ γεγονὼς σκεπασθήσεται ἐν τῇ τῶν πτερύγων τοῦ Θεοῦ σκέπῃ.