Ancient Greek · ~2 min
ΨΑΛΜΟΣ ΡΙΔ΄.
Origen, Selecta in Psalmos [Dub.] 3-50
Not analysed yet
Περιέσχον με ὠδῖνες θανάτου, κ. τ. ἑ. Ὁ ἐν βαρυτέροις γενόμενος πειρασμοῖς, καὶ βάσανον ἐν αὐτοῖς διδοὺς τῆς προαιρέσεως ἑαυτοῦ, ὡς καὶ ἐν κινδύνῳ τοῦ νικηθῆναι γενέσθαι, ἀλλὰ μὴ νικηθεὶς, λέγοι ἂν τό· «Περιέσχον με ὠδῖνες θανάτου, κίνδυνοι ᾅδου εὕροσάν με. »Οὐ ταυτὸν δέ ἐστι τὸ, «ᾍδης εὗρέ με, »τῷ,« Κίνδυνοι ᾅδου εὕροσάν με.» Ὁ ᾅδης μὲν γὰρ εὑρίσκει τοῦτον, οὗ κατισχύουσιν αἱ πύλαι αὐτοῦ· κίνδυνοι δὲ ᾅδου μόνον εὑρίσκουσι τὸν διὰ τὸ μέγεθος τῶν πειρασμῶν κινδυνεύσαντα μὲν κρατηθῆναι ὑπὸ τῶν τοῦ ᾅδου πυλῶν, οὐ μὲν καὶ κρατηθέντα ὑπʼ αὐτῶν.