Ancient Greek · ~4 min
ΨΑΛΜΟΣ ΡΚΕ΄.
Origen, Selecta in Psalmos [Dub.] 3-57
Not analysed yet
Τότε ἐπλήσθη χαρᾶς τὸ στόμα ἡμῶν καὶ ὁ γλῶσσα ἡμῶν ἀγαλλιάσεως, κ. τ. ἑ. Τὸ μὲν στόμα (79) ἐπλήσθη χαρᾶς, ἡ δὲ γλῶσσα ἀγαλλιάσεως, ἀφʼ ὧν ῥεῖ χαρὰ καὶ ἀγαλλίασις. Τούτων δὲ γενομένων, οἱ ἀπὸ τῶν ἐθνῶν διδασκόμενοι λέγουσιν· «Ἐμεγάλυνε Κύριος τοῦ ποιῆσαι μετὰ τούτων. »Καὶ περὶ ἑαυτῶν δέ φασιν εὐχαριστοῦντες· «Ἐμεγάλυνε Κύριος ποιῆσαι μεθʼ ἡμῶν, ἐγενήθημεν εὐφραινόμενοι. »—«Ἐπὶ μὲν τῶν ποταμῶν Βσβυλῶνος ἐκεῖ ἐκαθίσαμεν καὶ ἐκλαύσαμεν· »—«Ἐν δὲ τῷ ἐπιστρέψαι Κύριον τὴν αἰχμαλωσίαν Σιὼν, ἐπλήσθη χαρᾶς τὸ στόμα ἡμῶν. »Ἐπὰν ποιήσωμεν τὸ, «Ἐθέμην τῷ στόματί μου φυλακήν· »καὶ τὸ, «Στόμα δικαίου μελετᾷ σοφίαν· »καὶ τὸ, «Ἄνοιγε σὸν στόμα λόγῳ Θεοῦ· »καὶ ὅμοια τῷ, «Τὸ στόμα ἡμῶν ἀνέῳγε πρὸς ὑμᾶς, Κορίνθιοι· »τότε ἀλτθεύοντες φήσομεν καὶ τὸ, «Ἐπλήσθη χαρᾶς τὸ στόμα ἡμῶν. »