Ancient Greek · ~4 min
ΨΑΛΜΟΣ Η´.
Origen, Selecta in Psalmos [Dub.] 3-7
Not analysed yet
Ἐκ στόματος νηπίων καὶ θηλαζόντων κατηρτίσω αἶνον, κ. τ. ἑ. Ἐν τῷ κατὰ Ματθαῖον (58) πρότερον μὲν οἱ προάγοντες τὸν Σωτῆρα, ἀλλὰ καὶ οἱ ἀκολουθοῦντες αὐτῷ «ἔκραζον λέγοντες· Ὡσαννὰ τῷ υἱῷ Δαυΐδ, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου, ὡσαννὰ ἐν τοῖς ὑψίστοις· »ὀλίγον δὲ ὕστερον γέγραπται, ὅτι ἰδόντες οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς τὰ θαυμάσια ἃ ἐποίησε, καὶ τοὺς παῖδας κράζοντας ἐν τῷ ἱερῷ καὶ λέγοντας, «Ὡσαννὰ τῷ υἱῷ Δαυΐδ, »ἠγανάκτησαν, καὶ εἶπον αὐτῷ· «Ἀκούεις τί οὗτοι λέγουσιν; Ὁ δὲ Ἰησοῦς λέγει αὐτοῖς· Ναί. Οὐδέποτε ἀνέγνωτε, ὅτι ἐκ στόματος νηπίων καὶ θηλαζόντων, »καὶ τὰ λοιπά. ἔοικεν οὖν ὁ Ματθαῖος τοὺς αὐτοὺς ὄχλους λέγειν παῖδας, καὶ ὁ Σωτὴρ οὐχ ἀπλῶς παῖδας, ἀλλὰ καὶ νηπίους καὶ θηλάζοντας. διδάσκων ἡμᾶς διʼ ὧν ἐξέθετο ῥητῶν τοῦ ψαλμοῦ μετὰ ἀλληγορίας, ἀλληγορεῖν καὶ τὸν ψαλμόν. Ζητήσεις δὲ πότερον ταυτόν ἐστιν οἶκος Δαυΐδ, καὶ υἱὸς Δαυΐδ. Καὶ εἰ μὴ ταυτὸν ἐστιν, ἡμάρτηται τὸ κατὰ Ματθαῖον γραφικῶς, ὀφεῖλον ἔχειν ἤτοι δὶς τῷ οἴκῳ Δαυΐδ, ἤτοι τῷ υἱῷ Δαυΐδ.