Ancient Greek · ~1 min
ΨΑΛΜΟΣ ΙΖ´.
Origen, Selecta in Psalmos [Dub.] 30
Not analysed yet
Τοῦ αὐτοῦ. Πρὸς τὰς γνώμας (88) τῶν ἀνθρώπων ἁρμόττεις τὰς ἀντιδόσεις, ὦ Δέσποτα. Παρέχεις γὰρ τοῖς ὁσίοις τὰ ὁσιότητος ἄξια, τοῖς ἀνευθύνοις καὶ δικαίοις τὰ πρόσφορα, καὶ τοῖς ἐκλεκτοῖς καὶ τελείοις τὰ τέλεια· τοῖς δὲ ἐκτραπεῖσι καὶ τὴν ἐναντίαν ὁδεύουσι κατάλληλον παρασκευάζεις τῆς ὁδοῦ τὸ τέλος. Καὶ τίνα τρόπον; «Ὅτι σὺ λαὸν ταπεινὸν σὡσεις. »