Ancient Greek · ~3 min
4 to 6
Origen, Selecta in Psalmos [Dub.] 4-16-6
Not analysed yet
Οὐκ εὶσὶ λαλιαὶ οὐδὲ λόγοι, ὧν οὐχὶ ἀκούον. ται αἰ φωναὶ αὐτῶν, κ. τ. ἑ. Οὐ ταυτὸν λαλιὰ (14) καὶ λόγος, ἐπεὶ οὐδὲ ταυτὸν ὁ λάλος τῷ λογίῳ· ἢ τάχα λαλιῶν μὲν ὁ φθόγγος, λόγων δὲ τὰ ῥήματα. Ἐν τῷ ἡλίῳ ἔθετο τὸ σκήνωμα αὐτοῦ, κ. τ. ἑ. Ὁ Κύριος ἡμῶν (15) ὁ ἥλιος τῆς δικαιοσύνης ἐστὶν, ἐυ αὐτῷ δὲ κατασκηνοῖ ὁ Πατὴρ, κατὰ τό· «Ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοί. »Καὶ πάλιν· «Ὁ Πατὴρ ἐν ἐμοὶ μένων αὐτὸς ποιεῖ τὰ ἕργα. »Καὶ ὁ Ἀπόστολος· «Θεὸς ἦν ἐν τῷ Χριστῷ κόσμον καταλλάσσων ἑαυτῷ. »Καὶ αὐτὸς ὠς νυμφίος ἐκπορευόμενος ἐκ παστοῦ αὐτοῦ, κ, τ. ἑ. Ὡς νυμφίος ἐστὶν (17) ὁ Χριστός· «Ὁ γὰρ ἕχων, φησὶ, τὴν νύμφην νυμφίος ἐστί. »Κατὰ τὸ κάλλος μιμεῖται νυμφίον ἐκ παστάδος μετὰ πολλῆς εὐπρεπείας.