Ancient Greek · ~6 min
ΨΑΛΜΟΣ ΚΒ΄.
Origen, Selecta in Psalmos [Dub.] 4-20
Not analysed yet
Ἡ ῥάβδος σου καὶ ἡ βακτηρία σου, αὖταί ??παρεκάλεσαν, κ. τ. ἑ. Ὅτι ἡ ῥάβδος (73) ἐπὶ ??μαστίγων καὶ τῶν κολάσεων εἴρηται, μαρτυρήσει αὐτὴ ἡ Γραφὴ λέγουσα· «Ἐὰν ἐγκαταλείπωσιν οἱ υἱοί μου τὸν νόμον μου, καὶ τοῖς κρίμασί μου μὴ πορευθῶσιν· ἐὰν τὰ δικαιώματά μου βεβηλώσωσι, καὶ τὰς ἐντολάς μου μὴ φυλάξωσιν, ἐπισκέψομαι ἐν ῥάβδῳ τὰς ἀνομίας αὐτῶν, καὶ ἐν μάστιξι τὰς ἁμαρτίας αὐτῶν, τὸ δὲ ἔλεός μου οὐ μὴ διασκεδάσω ἀπʼ αὐτῶν· »ὥστε εἰ ἥμαρτες καὶ βλέπεις ῥάβδον Θεοῦ ἐπικειμένην σοι, ἴσθι, ὅτι τὸ ἔλεος τοῦ Θεοῦ οὐ διεσκέδασται ἀπὸ σοῦ. Εἰ δὲ ἥμαρτες, καὶ οὐδαμοῦ ῥάβδος, οὐδὲ μάστιξ, φοβοῦ· οὐ παραδέχεταί σε ὁ Θεὸς «ὁ μαστιγῶν πάντα υἱὸν ὅν παραδέχεται. »Τοιαῦτα λέγεται περὶ τῶν ἁμαρτωλῶν, ὅτε οὐ μαστιγοῦνται· Ἐμοῦ δὲ παρὰ μικρὸν ἐσαλεύθησαν οἱ πόδες, παρʼ ὀλίγον ἐξεχύθη τὰ διαβήματά μου, ὅτι οὐκ ἔστιν ἀνάνευσις ἐν τῷ θανάτῳ αὐτῶν, καὶ στερέωμα ἐν τῇ μάστιγι αὐτῶν. Ἐν κόποις ἀνθρώπων οὐκ εἰσὶ, καὶ μετὰ ἀνθρώπων οὐ μαστιγωθήσονται. Διὰ τοῦτο ἐκράτησεν αὐτοὺς ἡ ὑπερηφανία· περιεβάλοντο ἀδικίαν καὶ ἀσέβειαν αὐτῶν. Ἡ ῥάβδος σου καὶ ἡ βακτηρία σου. »Ἀρκεῖ ῥάβδος· τί ποιεῖ βακτηρία; ἐὰν ᾗς πρόβατον ἁμαρτωλὸν, ῥάβδῳ πληγήσῃ· ἐὰν ἦς ἅνθρωπος ἁμαρτωλὸς, βακτηρίᾳ· διὰ τοῦτο ἐπὶ τούτων οὐ ῥάβδος, ἀλλὰ βακτηρία ὠνομάσθη παρὰ τῷ ὕολομῶντι ἐν ταῖς Παροιμαις· «Ὁ φειδόμενος τῆς βακτηρίας μισεῖ τὸν ἑαυτοῦ υἱόν. »Ταῦτα οὖν παρακαλεῖ τὸν τυπτόμενον καὶ τὸν κολαζόμενον, πεπεισμένον, ὅτι μαστιγοῖ ὁ Θεὸς πάντα υἱὸν ὃν παραδέχεται.