Ancient Greek · ~2 min
ΨΑΛΜΟΣ ΜΔ΄.
Origen, Selecta in Psalmos [Dub.] 4-34
Not analysed yet
Ὡραῖος κάλλειπαρὰ τοὺς υἱοὺς τῶν· ἀνθρώτων, τ. ἑ. Ἐκ τοῦ προφητικοῦ προσώπου (32) ταῦτ λέγεται, οὗ γλῶσσα κάλαμος ἦν γραμματέως ὀξυγράφου. Ἐξεχύθη δὲ χάρις ἐν τοῖς χείλεσι τοῦ μιμητοῦ τοῦ Χριστοῦ, καὶ αýτοῦ τοῦ Χριστοῦ, οὐ μόνον διὰ τοὺς λόγους τῆς χάριτος τοὺς ἐκπορευομένους διὰ στόματος αὐτοῦ, ἀλλὰ διὰ τὴν χάριν τῆς τῶν ἁμαρτιῶν ἀφέσεως, λέγοντος αὐτοῦ· «Ἀφέωνταί σοι αἱ ἁμαρτίαι σου. »