Ancient Greek · ~3 min
ΨΑΛΜΟΣ ΝΒ΄.
Origen, Selecta in Psalmos [Dub.] 4-38
Not analysed yet
Ὅτι ὁ Θεὐς διεσκόρπισεν ὀστᾶ ἀνθρωπαρέσαων, κ. τ. ἑ. Οὐκ εἵ τις ἀνθρώποις (32) ἀρέσκει, ἀνθρωπάρεσκός ἐστιν· ἀλλὰ καὶ προθέμενός τις ἀνθρώποις ἔσθ᾿ ὅτε ἀρέσκειν, καθηκόντως αὐτὸ ποιήσει, καὶ οὐκ ἀνθρωπάρεσκος ἔσται. Ὁ γοῦν Παῦλός φησιν· «Ἀπρόσκοποι καὶ Ἰουδαίοις γίνεσθε καὶ τῇ Ἐκκλησίᾳ τοῦ Θεοῦ, καθὼς κἀγὼ πάντα πᾶσιν ἀρέσκω, μὴ ζητῶν τὸ ἐμαυτοῦ συμφέρον, ἀλλὰ τὸ τῶν πολλῶν, ἵνα σωθῶσιν. »Ἀλλʼ εἴ τις προτίθεται οὐδὲν ἄλλο ἢ ἀνθρώποις ἀρέσκειν, ἢ μᾶλλον ἀνθρώποις ἣ Θεῷ· καὶ ἐπίσης ἀνθρώποις καὶ Θεῷ, δέον μόνον Θεῷ· ὥστε διʼ ἐκεῖνον γίνεσθαι καὶ τὸ, ἀνθρώποις· ὅτε τοῦτο ποιεῖν αἱρεῖ λόγος, ἐκεῖνος ἀνθρωπάρεσκος ἔσται. Δεῖ δὲ ἐπί τινων σκοπήσαντα, ὅτι οὐχ οἷόν τε τόδε τι διαπράξαντα ἢ εἰπόντα, καὶ Θεῷ καὶ ἀνθρώποις ἀρέσαι, καταφρονῆσαι μὲν τοῦ ἀρέσαι τοῖς ἀνθρώποις, ἑλέσθαι δὲ τὸ ἀρέσαι τῷ Θεῷ.