Ancient Greek · ~2 min
ΨΑΛΜΟΣ ΞϚ´.
Origen, Selecta in Psalmos [Dub.] 4-45
Not analysed yet
Γῆ ἔδωκε τὸν καρπὸν αὐτῆς, κ. τ. ἑ. Ὅσοι γήινοι (72) ὄντες ἐγένοντο ἐπουράνιοι, δηλονότι διὰ μετανοίας. «Ὁ δὲ καρπὸς τοῦ πνεύματός ἐστι χαρὰ, ἀγάπη, εἰρήνη, μακροθυμία, »καὶ τὰ ἐξῆς. Ὥσκπερ δὶς τὰ ἔθνη πρὸς ὑμνῳδίαν διήγειρεν, οὕτω δὶς αὐτοῖς τὴν εὐλογίαν ἐξῄτησεν. Οἱ εὐλογοῦντες δὲ τὸν Θεὸν λόγους αὐτῷ προσφέρουσι μόνους, ἔργῳ δὲ αὐτὸν εὐεργετῆσαι οὐ δύνανται· ὁ δὲ Θεὸς εὐλογῶν θεβαιοἴ τοὺς λόγους τῷ ἔργῳ, καὶ παντοδαπῶν καρπῶν ἀγαθῶν παρέχει τοῖς εὐλογουμένοις φοράν· εἶτα διδάσκει πῶς δυνατὸν τῆς θείας εὐλογίας τυχεῖν.