Ancient Greek · ~2 min
ΨΑΛΜΟΣ Ζ´.
Origen, Selecta in Psalmos [Dub.] 4-6
Not analysed yet
Ἐὰν μὴ ἐπιστραφῆτε, ἕως τοὺ, καταβήσεται, κ. τ. ἑ. Μήποτε παρασεσιωπημένως (51) ταῦτα περὶ τοῦ διαβόλου εἵρηται. Οὗτος γὰρ πρὸς τούτοις καὶ ὠδίνησεν ἀδικίαν καὶ τὰ ἐξῆς, ὀργὴ τυγχάνων. Ὁ Πατὴρ δὲ τοῦ εἰπόντος· «Ἐγώ εἰμι ἡ ζωὴ, »οὐχ ἑτοιμάζει ἐν τῷ τόξῳ αὐτοῦ σκεύη θανάτου· τίθησι γοῦν τὸ τόξον αὐτοῦ ἐν τῇ νεφέλῃ, ἵνα μὴ ἐπαγάγῃ ὕδωρ κατακλυσμοῦ ἐπὶ τὴν γῆν. Διὸ περὶ τοῦ διαβόλου ταῦτα λέγεσθαι νομιστέον. Καὶ πεπυρωμένα τοῦ πονηροῦ ἐστιν, ἂ ἐξειργάσατο τοῖς καιομένοις καὶ πυρουμένοις ὑπὸ παθῶν.