Ancient Greek · ~12 min
ΨΑΛΜΟΣ Γ΄.
Origen, Selecta in Psalmos [Dub.] 4.1
Not analysed yet
Φωνῇ μου πρὸς Κύριον ἐκέκραξα· καὶ ἐπήκουσέ μου ἐξ ὄρους ἁγίου αὐτοῦ, κ. τ. ἑ. Ἄξιον ζητῆσαι (85) τί δήποτε μὴ προτέτακται τὰ δύο ἡμιστίχια τῶν προειρημένων· σφόδρα γὰρ ἀκόλουθον τὸ τὴν εὐχὴν προτετάχθαι τῆς ἐπὶ ταῖς εὐεργεσίαις εὐχαριστίας. Λυτέον δὲ οὕτως ἀποῤῥηθέν· Οὐχὶ εὐχή ἐστι τὸ λεγόμενον ἐνθάδε, ἀλλʼ ἀπαγγελία περὶ τοῦ τὴν εὐχὴν γεγονέναι. Ἐπεὶ γὰρ εὐχὴ κατὰ τὸ σιωπώμενον γέγονε, καὶ ἅμα τῷ εὔξασθαι ἐπέτυχε, λαβὼν ὃ ἐβούλετο ὁ τὴν ἔντευξιν τῷ Θεῷ προσαγαγὼν, καλῶς προτάσσει ἐπιτυχὼν τὴν πρὸς Θεὸν εὐχαριστίαν τῆς πρὸς ἀνθρώπους διηγήσεως περὶ τοῦ τίνα ηὔξατο. Εἱ δὲ ἀνάπαλιν ἐγεγόνει, καὶ ἅμα τῷ τυχεῖν ὧν ᾔτησε, διηγησάμενος ἦν ὡς ηὔξατο, εἶτα μετὰ τοῦτο εὐχαριστήσας, ὑπεξέλυεν ἂν τὴν ὀφειλομένην ἐν τῇ εὐχαριστίᾳ μετὰ τάχους ἔντευξιν διὰ τοῦ πρότερον ἀπηγγελκέναι τοῖς ἐντευξομένοις ἡμῖν ὡς ηὔξατο. Βέλτιον δὲ σὕτω λῦσαι τὸ ἠπορημένον· Ἡ ἀρχὴ τοῦ ψαλμοῦ περιέχει εὐχήν. Εἶτα μετὰ τὴν εὐχὴν ἀπὸ τοῦ διαψάλματός ἐστιν εὐχαριστία, ἐπὶ τῷ τετευχέναι ὧν ᾔτησε. Τελεσθείσης δὲ τῆς εὐχαριστίας πρὸς ἡμᾶς ἀποστρέφει τὸ πρόσωπον ὁ Προφήτης, καὶ διηγεῖται τίνα τρόπον εὐξάμενος ἐπηκούσθη. Κατανοήσωμεν δὲ πρὸς λέξιν τὸ, «Φωνῇ μου πρὸς Κύριον ἐκέκραξα, καὶ τὸ ἐξῆς κατὰ τὴν συνήθειαν τῆς Γραφῆς, καὶ τί τὸ πολλάκις γεγονέναι τοῖς ἀγίοις πρὸς τὸν Θεὸν εὐχὴν μετὰ κραυγῆς. Ἐπιστησάτω δέ τις κατʼ αὐτὸ καὶ περὶ τοῦ ἑστῶτα κεκραγέναι τὸν Ἰησοῦν, καὶ λέγειν· «Ἐὰν τις διψᾷ, ἐρχέσθω πρὸς μὲ Δίδωσι τοίνυν ἡμῖν ὁ Ἀπόστολος καὶ πινέτω. »ἀφορμὰς, εἰπὼν τὸ πνεῦμα καθολικῶς ἐν ταῖς καρδίαις τῶν ἁγίὼν κράζειν, «Ἀββᾶ ὁ Πατὴρ, »ὡς ἔστι νοητὴ κραυγὴ ἐπιτεταμένη, ἥτις δή ἐστι φωνὴ ψυχῆς. ᾗ τάχα χρῆται ἀποθεμένη τὸ ὄργανον διʼ οὗ τοιαῦτα φωνεῖ. Καὶ οἰόμεθά γε τὴν λογικὴν διέξοδον τὴν ἐν τῷ ἡγεμονικῷ κατʼ αὐτὸ γινομένην τὴν τῆς ψυχῆς εἶναι φωνήν· ἣ ἐὰν δὲ ᾗ πραγματικωτέρα, καὶ περὶ μειζόνων τινῶν καὶ μὴ κάτω κειμένων καὶ ταπεινῶν διεξοδεύουσα, ἡ νοητὴ ἂν εἴη κραυγή. Ταύτην οὖν τὴν κραυγὴν οἱ κεκραγότες πρὸς Θεὸν ἐπακούονται, πλὴν εἰ μὴ κατʼ οἰκονομίαν καταλείποιντο ὑπὲρ τοῦ μείζονας στεφάνους ἐν μείζοσιν ἀγῶσιν ἀπενέγκασθαι, ὥσπερ ἐν τῷ Ἀμβακοὺμ εἴρηται· «Ἕως τίνος, Κύριε, κεκράξομαι, καὶ οὐ μὴ εἰσακούσῃ; θοήσομαι πρὸς σὲ ἀδικούμενος, καὶ οὐ σώσεις με; Ἵνα τί δέ μοι ἔδειξας κόπους καὶ πόνους, ἐπιβλέπειν ἐπὶ ταλαιπωρίαν καὶ ἀσέβειαν; »Ταύτην δὲ τὴν κραυγὴν ἐν μεγάλοις δόγμασιν ἀεὶ διεξοδεύει καὶ ὁ Σωτήρ· οὕτω δὲ ἕστηκεν ὁ Λόγος τοῦ Θεοῦ ἀεὶ κεκραγὼς, ὡς καὶ παρὰ τῷ Σολομῶντι ἡ σοφία, ἥτις ἡ αὐτὴ ὑπάρχει τῷ Λόγῳ τοῦ Θεοῦ κατὰ τὴν ὑπόστασιν, καλοῦσα μετὰ ὑψηλοῦ κηρύγματος ἐπὶ κρατῆρα, λέγουσα· «Ὅς ἐστιν ὑμῶν ἄφρων, ἐκκλινάτω πρὸς μέ· ἐνδεέσι δὲ φρενῶν παρακελεύομαι λέγουσα· Ἔλθετε, φάγετε τῶν ἐμῶν ἄρτων, καὶ πίετε οἷνον ὃν κεκέρακα ὑμῖν. »Ἡ φωνὴ τοιγαροῦν τοῦ κατὰ τὸν ψαλμὸν λέγοντος ἐπιτεταμένη πρὸς Κύριον ἐπακούεται, οὐκ ἄλλοθέν ποθεν ἢ ἐκ τοῦ ὄρους τοῦ ἁγίου, τουτέστιν ἐξ οὐρανοῦ, ἐπεὶ καὶ ἐν ἄλλοις λέγεται· «Ἐπακούσεται αὐτοῦ ἐξ οὐρανοῦ ἁγίου αὐτοῦ. »Καὶ ἐξ ὕψους ἀκούει, ἐπεὶ γέγραπται· «Ἐπακούσεται αὐτοῦ ἐξ ὕψους καὶ ἐκ ναοῦ ἁγίου αὐτοῦ. »