Ancient Greek
ΨΑΛΜΟΣ Γ΄.
Origen, Selecta in Psalmos [Dub.] 3-4
Not analysed yet
Σὺ δὲ, Κύριε, ἀντιλήπτωρ μου εἶ, δόξα μου καὶ ὑψῶν τὴν κεφαλήν μου, κ. τ. ἑ. Ἐὰν μὲν ὁ Δαυῒδ λέγῃ (84), πρέπουσα τῇ πίστει τοῦ Προφήτου ἡ φωνὴ, ἀσείστως φέροντος τὰς τηλικαύτας περιστάσεις, καὶ πεποιθότος, ὅτι οὐκ ἐγκαταλειφθήσεται, ἀλλὰ πρὸς τῷ βοηθεῖσθαι καὶ ἐν Θεῷ δοξασθήσεται καὶ ὑψωθή σεται ἀποκαθιστάμενος εἰς τὴν βασιλείαν· ἐὰν δὲ ὁ Χριστὸς ὁ λέγων τυγχάνῃ πεπεῖσθαι οὕτως καὶ περὶ τοῦ ἀναστήσεσθαι καὶ πάλιν ὡς περὶ τοῦ ἐπιβουλευθήσεσθαι ὑπὸ ἀνθρώπων, καὶ περὶ τοῦ μὴ ἐγκαταλειφθήσεσθαι ἀντιληψομένου αὐτὸν τοῦ Πατρὸς καὶ ἀποκαταστήσοντος αὐτὸν ἐπὶ τὴν ἐξ ἀρχῆς δόξαν, ὑψώσαντός τε αὐτὸν, ἢ καὶ ὑπερυψώσαντος καθʼ ἃ καὶ ὁ Ἀπόστολός φησιν· «Διὰ τοῦτο ὁ Θεὸς αὐτὸν ὑπερύψωσε καὶ ἐχαρίσατο αὐτῷ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα, ἵνα ἐν τῷ ὀνόματι Ἰησοῦ πᾶν γόνυ κάμψῃ ἐπουρανίων, καὶ ἐπιγείων, καὶ καταχθονίων. Καὶ πᾶσα γλῶσσα ἐξομολογήσεται, ὅτι Κύριος Ἰησοῦς Χριστὸς εἰς δόξαν Θεοῦ Πατρός. »Ἔστι δὲ διάφορος ἡ δόξα τῶν οἰομένων εἶναι ἐν αὐτῇ· καὶ ὁ μέν τις δόξαν φήσαι ἂν εἶναι αὐτοῦ τὴν πατρίδα· ὁ δέ τις τὸ γένος, ἄλλος δέ τις τὸ κάλλος· εἰσὶ δὲ οἱ τὴν ῥώμην τοῦ σώματος, καὶ τὴν ἐν τῷ ἀγωνίζεσθαι σωματικῶς τέχνην δόξαν ἰδίαν εἶναι νενομίκασι, μέγα φρονοῦντες ἐπὶ τῷ τοσούσδε καταπε παλαικέναι. Καὶ τί δεῖ καταλέγειν τὰ ἐφʼ οἷς σεμνύνονται οἱ θεοὶ ἀγνοοῦντες «ὧν πολλάκις ἡ δόξα ἐν τῇ αἰσχύνῃ» τυγχάνει κατὰ τὸν Ἀπόστολον; Τοῦ δὲ ἁγίου δόξα Θεὸς, ᾧ πέποιθε, τυγχάνει· καὶ οὐχ ὡς ἔτυχε πεπιστευμένη, ἀλλὰ πίστει λογιζομένῃ εἰς δικαιοσύνην, διʼ ἣν καὶ σημεῖα Θεοῦ παρουσίας καὶ τῆς δυνάμεως αὐτοῦ κοινωνίας θεωρῆσαι δυνατόν ἐστιν· οἷον δόξα Μωϋσέως ὁ Θεὸς καὶ μέχρι προσώπου αὐτοῦ μαρτυρῶν τῇ φιλίᾳ τοῦ προφήτου καὶ ἐπὶ παντὸς τοῦ Ἑβραίων λαοῦ καὶ Αἰγυπτίων ἐμφανῶς. Δόξα δὲ Ἠλίου τοῦ προφήτου ὁ Θεὸς ἦν, ἀνιστῶντος τὸν τῆς χήρας υἱὸν, καὶ εὐχομένου περὶ τοῦ ὑετοῦ, καὶ ἄμα τῷ αἰτεἴν τυχόντος ἀξιώσεως. Ἀληθεύει οὖν ὁ φάσκων Θεός· «Τοὺς δοξάζοντάς με δοξάσω. »Οὐκ ἔλαττον δὲ τοῦ δόξαν εἶναι ἐμφανῶς τὸν Θεὸν τῶν τὰς τεραστίους δυνάμεις διακονούντων, ἔστι νοῆσαι καὶ ἐπὶ τῶν διʼ ἀρετὴν δοξαζομένων· ἤν οὐκ ἄλλος ἢ ὁ Πατὴρ ἐν ταῖς ψυχαῖς τῶν παρεστηκότων αὐτοὺς τῇ ὑποδοχῇ αὐτοῦ γεγέννηκεν.