Ancient Greek · ~18 min
ΨΑΛΜΟΣ. Δ΄.
Origen, Selecta in Psalmos [Dub.] 4.1-2
Not analysed yet
Υἱοὶ ἀνθρώπων, ἕως πότε βαρυκάρδιοι; Ἴνα τί ἀγαπᾶτε ματαιότητα, καὶ ζητεῖτε ψεῦδος, κ. τ. ἑ. Τὸ, «Υἱοὶ ἀνθρώπων (93), »ὁ μέν τις οἰήσεται περιφραστικῶς εἰρῆσθαι, ὡς καὶ Ἕλλησιν ἔθος· Υἷες Ἀχαιῶν· ἕτεροι δὲ ἀπὸ τοῦ Σωτῆρος ἀρξάμενοι πολλαχοῦ χρηματίζοντος Υἱοῦ ἀνθρώπου, τὴν αἰτίαν βουλεύσονται ἐξιχνεῦσαι καὶ περὶ τῶν ἀνθρώπων οὐχ ἀπλῶς λεγομένων, πολλάκις υἱῶν ἀνθρώπων χρηματιζόντων. Οὐδέπου γὰρ καὶ περὶ τοῦ Σωτῆρος περίφρασις ἂν εἴη τὸ Υἱοὶ ἀνθρώπου αὐτὸν ὀνομάζεσθαι, ἐπεὶ λέγεται· «Ἐξουσίαν ἔδωκεν αὐτῷ κρίσιν ποιεῖν, ὅτι Υἱὸς ἀνθρώπου ἐστί.» Χρὴ τοίνυν καθόλου τοῦτο γινώσκειν, ὅτι ἡ ἅνθρωπος προσηγορία, ὅτε οἱ ἅγιοι θεοὶ προσαγορεύονται, ἐπὶ ψόγου λαμβάνεται· ὅτε δὲ κτήνη καὶ θηρία οἱ ἁμαρτωλοὶ, ἐπὶ ἐπαίνου καλοῦ τάσσεται. Καὶ τοῦ μὲν προτέρου παράδειγμα· «Ἐγὼ εἷπα· Θεοί ἐστε, καὶ υἱοὶ Ὑψίστου πάντες· ὑμεῖς δὲ ὡς ἄνθρωποι ἀποθνήσκετε, καὶ ὡς εἷς τῶν ἀρχόντων πίπτετε· »καί· «Ὅπου γὰρ ἐν ὑμῖν ζῆλος καὶ ἔρις, οὐχὶ σαρκικοί ἐστε, καὶ κατὰ ἄνθρωπον περιπατεῖτε; »τοῦ δὲ δευτέρου· «Ἀνθρώπους καὶ κτήνη σώσεις, Κύριε. »Πρῶτον γὰρ υἱὸν ἀνθρώπου, πρόσωπον ὡρισμένον ἐν Γραφῇ ὀνομαζόμενον Θεὸν, ἐπὶ τῇ παρούσῃ μνήμῃ τὸν Δανιὴλ εὑρίσκομεν καὶ μετὰ τοῦτον τὸν Ἰεξεκιὴλ προφήτας ἐν τῇ αἰχμαλωσίᾳ γενομένους· οὐδένα δὲ πρὸ τῆς αἰχμαλωσίας, ὅσον ἐφʼ οἶς ἱστοροῦμεν κατὰ τὰ ἀναντίῤῥητα τῶν ἀναφερομένων βιβλίων θεοπνεύστων. ταύτῃ τῇ προσηγορίᾳ καλούμενον. Τί δὲ δεῖ λέγειν περὶ τοῦ Σωτῆρος, τῶν Εὐαγγελίων πεπληρωμένων ταύτης τῆς φωνῆς; Καὶ οἱόμεθα, διὰ τὸ ἁμαρτωλοὺς γεγονέναι τοὺς ἐν τῇ αἰχμαλωσίᾳ, εἰς ὀνειδισμὸν ἐκείνων τὸν Δανιὴλ μόνον σώσαντα τὸ ἀξίωμα τῆς τοῦ ἀνθρώπου καὶ κατʼ εἰκόνα καὶ ὁμοίωσιν γενομένης φύσεως. ἀκούειν τὸ. «Υἱὲ ἀνθρώπου. »Τὸ δ᾿ αὐτὸ λεκτέον καὶ περὶ τοῦ Ἰεζεκιήλ. Ἄνθρωπος γὰρ πρῶτος ὠνομάσθη ὁ κατʼ εἰκόνα καὶ ὁμοίωσιν πεποιημένος ὑπὸ τοῦ Θεοῦ, καὶ οὕτως ἂν εἴη κυρίως ἄνθρωπος. Ἐπισκεπτέον δὲ καὶ ἐπὶ τοῦ Σωτῆρος, εἰ τὸ ἀνθρώπινον αὐτοῦ Υἱὸς ἀνθρώπου, ἀνθρώπου πατρὸς ὄντος τῷ ἀνθρωπίνῳ τῆς εἰκόνος τοῦ Θεοῦ τοῦ ἀοράτου. Καὶ τὸ εἰρημένον δὲ, «Οἵ τε γηγενεῖς καὶ υἱοὶ τῶν ἀνθρώπων, »ὑπεροχὴν δηλοῖ τῶν υἱῶν τῶν ἀνθρώπων παρὰ τοὺς γηγενεῖς. Ἀλλὰ πρὸς τὴν λέξιν, ἐπεὶ ἐπιπλήττονται ἐνθάδε ἀκούοντες τὸ, «Ἕως πότε βαρυκάρδιοι, »καὶ τὰ ἐξῆς, οὐ καλῶς δόξουσιν ἀντιῤῥήσεις περὶ υἱῶν ἀνθρώπων παρατεθεῖσθαι, εἰ μὴ ἄρα διττὸν τὸν ἄνθρωπον δεῖ λαμβάνειν, καθὰ ὑπέλαβεν ὁ Ἀπόστολος λέγων· «Ὁ πρῶτος ἄνθρωπος ἐκ γῆς χοῖκός· ὁ δεύτερος ἄνθρωπος ὁ Κύριος ἐξ οὐρανοῦ. Οἷος ὁ χοϊκὸς, τοιοῦτοι καὶ οἱ χοϊκοί· καὶ οἷος ὁ ἐπουράνιος, τοιοῦτοι καὶ οἱ ἐπουράνιοι. »Πάλιν δὲ καὶ οὕτως, διὰ τὸ προστάσσεσθαι γνῶναι, ὅτι Κύριος «ἐθαυμάστωσε τὸν ὅσιον αὐτοῦ, »τοὺς υἱοὺς τῶν ἀνθρώπων. ζητηθήσεται πῶς οἱ κατὰ τὸ χεῖρον υἱοὶ τῶν ἀνθρώπων προστάττονται ἔργον τῶν ἁγιωτάτων ποιῆσαι. Τὸ γὰρ γῶναι ὅτι ἐθαυμάστωσεν ὁ Κύριος τὸν ὅσιον αὐτοῦ, ἁγιωτάτων ἐστὶ κατόρθωμα. Εὐχερὲς δὲ λῦσαι τοῦτο, ἐπεὶ δύναται ὁ αὐτὸς μὲν ἐν χείροσιν ὢν Υἱὸς ἀνθρώπου εἶναι κατὰ τὸν ἄνθρωπον τὸν χοῖκόν· μεταβαλὼν δὲ, ὅπερ οὐκ ἔστιν ἀδύνατον, γενέσθαι Υἱὸς ἀνθρώπου κατὰ τὸν ἄνθρωπον τὸν ἐπουράνιον. Οὖτοι δὲ οἱ υἱοὶ τῶν ἀνθρώπων οἱ κατὰ τὸ δεύτερον, ἅτε υἱοὶ τυγχάνοντες τοῦ ἐκ γῆς χοϊκοῦ, καὶ βαρυκάρδιοι εὐλόγως λέγοιντο, καὶ ἀγαπᾷν ματαιότητα, ζητεῖν τε ψεῦδος. Νοῦς γὰρ σαρκὸς ἐν αὐτοῖς καὶ ἀγάπη σωματικὴ, καὶ ζήτησις τοῦ τῆς ἀληθείας ἐχθροῦ, τουτέστι τοῦ ψεύδους. Βαρυκάρδιοι γὰρ οἱ τὴν καθεζομένην ἐπὶ τάλαντον μολίβδου ἀνομίαν ἔχοντες ἐν τῇ καρδίᾳ, ἥτις ὡς κατωφερὴς δύσεται σὺν Αἰγυπτίοις ὡσεὶ μόλιβδος ἐν ὕδατι σφοδρῷ τῶν κυμάτων τοῦ βίου. Ἐναντίοι δὲ τοῖς βαρυκαρδίοις οἱ ὑπὸ τὸν ζυγὸν Ἰησοῦ ἐλαφρὸν τυγχάνοντες. Τάχα δὲ, ἐπεὶ καὶ οἱ μεμαθητευμένοι υἱοί εἰσι τοῦ μαθητεύσαντος, οἱ δὲ διδάσκοντες, αὐτοὶ κατʼ εἰκόνα καὶ ὁμοίωσιν τοῦ Θεοῦ, οἱ μαθητευθέντες μὲν, οὐκ ἄξιοι δὲ τῶν διδαξάντων γεγενημένοι, ὀνειδίζοιντο ἂν ὡς υἱοὶ ἀνθρώπου βαρυκάρδιοι, ταῖς δοθείσαις ἀφορμαῖς εἰς τὸ καθαρὰν γενέσθαι τὴν καρδίαν οὐ κατηκολουθηκότες. Καὶ γὰρ ἔθος τοὺς διδασκομένους, καὶ μὴ παρακολουθοῦντας τοῖς λεγομένοις, βαρυκαρδίους καλεῖσθαι ὑπὸ τῶν διδασκόντων διὰ τὸ παχὺ τῆς καρδίας. Διὰ τοῦτο δὲ καὶ ζητοῦσι τὸ ψεῦδος ὡς μὴ ὁρῶντες τὸ ἀληθές. Εἰ δὲ βαθύτερον, ἐπεὶ ἀλήθειά ἐστιν ὁ Σωτὴρ, δῆλον, ὅτι ἐχθρὸς ἂν εἴη τούτῳ λόγος ψευδὴς τὸ ἀληθὲς ἐπαγγελλόμενος, ὃν ἀντίχριστον ὁ Ἰωάννης πολλάκις φησίν. Ἐὰν δὲ κατὰ περίφρασιν λαμβάνῃ τις τὸ, «υἱοὶ ἀνθρώπων, »ἀντὶ τοῦ, «ἄνθρωποι, »τὸ ὡς ἐπὶ τὸ πλεῖστον ἐν ἀνθρώποις ὂν τὸ βαρυκάρδιον αἰτιᾶται, ἵνα τὸ οὕτως εἴπω βαρυήκοον αὐτοῦ ἀποβαλόντες κατασκευάσωσιν ἀγχίνοιαν, καὶ ἵνα τὴν τοῦ ζητεῖν τὴν δύναμιν ἐν τῇ ψυχῇ ἀποστήσαντες ὧν οὐ χρὴ, ἅτινα ψευδῆ πάντα ἐστὶν, ἐφʼ ἃ δεῖ μεταγάγωσι, καὶ ζητήσωσι τὴν ἀλήθειαν.