Ancient Greek
ΨΑΛΜΟΣ. Δ΄.
Origen, Selecta in Psalmos [Dub.] 3-5
Not analysed yet
Ἐν θλίψει ἐπλάτυνάς μοι· οἰκτείρησόν με, καὶ εἰσάκουσον τῆς προσευχῆς μου, κ. τ. ἑ. Ἔοικεν ἡ θεία Γραφὴ (92) ἰδίως, τὴν προαίρεσιν οὐ περιεργαζομένη ἀνθρώπου, θλίψιν ὀνομάζειν τὸ περιστατικὸν, καὶ γυμνασίου ἕνεκεν συμβαῖνον τῷ ἁγ̣? τὸ γὰρ τῷ ἁμαρτωλῷ γινόμενον μάστιγα καλεῖ. Π̣? λαὶ »γὰρ, φησὶν, «αἱ θλίψεις τῶν δικαίων· »καὶ, «Πολλαὶ αἱ μάστιγες τοῦ ἁμαρτωλοῦ. »Καὶ παραδείγματος ἔνεκεν ἐροῦμεν, ἃ μὲν πέπονθεν Ἰὼβ, θλίψεις εἶναι, καὶ Ἰωσὴφ ἐν Αἰγύπτῳ· ἃ δὲ Δαυῒδ διὰ τὴν τοῦ Οὐρίου καὶ διὰ τὸ ἠριθμηκέναι τὸν λαὸν, μάστιγας. Παρατηρητέον μέντοιγε, μή τι λανθάνῃ ἡμᾶς ἐν τῇ Γραφῇ, ὅτι θλίψις ἐστὶν ἐπὶ ἁμαρτωλῶν τεταγμένη, καὶ μάστιξ ἐπὶ τῶν ἤδη δικαίων. Ὅτι δὲ θλίψις ὁ τοῖς ἀγίοις διδόμενος πειρασμὸς ἀθλοῦσιν καλεῖται, ἀπὸ πολλῶν ῥητῶν κινούμεθα καὶ ἑτέρων παρὰ τὰ προειρημένα. Οὐ θαυμαστὸν γὰρ εἰ μάστιξ ἅπτεται υἱῶν ὑμαρτηκότων, ὥς φησιν ὁ Σολομών· «Μαστιγοῖ δὲ πάντα υἱὸν, ὅν παραδέχεται.» Καὶ πάλιν ἐπιστατεῖν χρὴ μάστιγας καλεῖν τὰ τοῖς Αἰγυπτίοις διὰ τὸν Ἰσραὴλ συμβεβηκότα· ἐπεὶ υἱῶν ἐστιν τὸ μαστιγοῦσθαι. Καὶ γὰρ ἐν τῷ ὀγδοηκοστῷ ὀγδόῳ ψαλμῷ εἴρηται· «Ἐὰν καταλείπωσιν υἱοὶ αὐτοῦ τὸν νόμον μου, καὶ ἐν τοῖς κρίμασί μου μὴ πορευθῶσιν, ἐὰν τὰ δικαιώματά μου βεβηλώσωσιν, καὶ τὰς ἐντολάς μου μὴ φυλάξωσιν, ἐπισκέψομαι ἐν ῥάβδῳ τὰς ἀνομίας αὐτῶν. »Τούτων δὲ εἰρημένων, τὸ μὲν θλίβεσθαι οὐκ ἂν εἴη τῶν ἐφʼ ἡμῖν· τὸ δὲ δυσαρεστεῖσθαι καὶ ἐνδιδόναι τῶν ἐφʼ ἡμῖν ψεκτῶν· ὅπερ στενοχωρεῖσθαιὀνομάζουσιν αἱ Γραφαί. Τὸ δὲ πρὸς τῷ μὴ ἐνδιδόναι καὶ εὐφραίνεσθαι ἐν αὐταῖς, ὡς οὔσαις προφάσεσι μειζόνων ἄθλων καὶ ἐπαγγελιῶν, ἀγίων ἔργον, καθά φησιν ὁ Ἀπόστολος· «Ἐν παντὶ θλιβόμενοι, ἀλλʼ οὐ στενοχωρούμενοι.» Καὶ αἰτιώμενος Κορινθίους φησὶν αὐτοῖς προσιέναι στενοχωρίαν, οὕτω λέγων· «Οὐ στενοχωρεῖσθε ἐν ἡμῖν, στενοχωρεῖσθε δὲ ἐν τοῖς σπλάγχνοις ὑμῶν. »Εἶτα παρακαλῶν αὐτοὺς διὰ τὴν τοῦ ἁγίου κατάστασιν, φησίν· «Πλατύνθητε καὶ ὑμεῖς. »Καὶ ὧδε τοίνυν εὐχαριστεῖ τῷ Θεῷ ὁ Προφήτης βοηθήσαντι αὐτῷ καὶ εὐρυχωρίαν δωρησαμένῳ τῇ προαιρέσει αὐτοῦ ἐν καιρῷ θλίψεως. Πλατύνει γὰρ ὁ Θεὸς οὐ παύων τοὺς κακοὺς, ἀλλὰ μεγαλοψυχίαν διδούς.