Ancient Greek · ~2 min
ΨΑΛΜΟΣ ΠΙΗ'.
Origen, Selecta in Psalmos [Dub.] 41
Not analysed yet
Σχοινία ἁμαρτωλῶν περιεπλάκησάν μοι, καὶ τοῦ νόμου σου οὐκ ἐπελαθόμην, κ. τ. ἑ. Σχοτνία τὰ ἐπάλληλα καὶ τὰ συμπεπλεγμένα ἁμαρτήματα λέγεται. Οἱ γὰρ ἁμαρτίαν προθέμεοι πλέκειν δι’ αὐτὴν καὶ ἄλλην ἀναγκάζονται· ὥσπερ ὁ Δαυῒδ διὰ τὴν πορνείαν καὶ τὸν φόνον προσέθηκεν· ὁ Κἀῖν δλὰ τὴν ἀδελφοκτονίαν ἐπισυνῆψε τὸ ψεῦδος. Ἀλλʼ οὐδὲ τούτων περιπλακέντων αὐτῷ τοῦ Θεοῦ νόμου φησὶν ἐπιλανθάνεσθαι πάντως· ὅτι, πρὸς μετάνοιαν ἰδὼν καὶ ἐπιστρέψας, τὸ σχοινίον τῆς ἁμαρτἱας ἔῤῥηξεν.