Ancient Greek · ~3 min
ΨΑΛΜΟΣ ΠΙΗ'.
Origen, Selecta in Psalmos [Dub.] 49
Not analysed yet
ιηγήσαντό μοι παράνομοι ἀδολεσχίας, ἀλλʼ ὡς ὁ νόμος σου, κ. τ. ἑ. Ἤ τοὺς γραῴδεις ους τῶν Ἰουδαίων φησὶ τὰς διδασκαλίας, ἢ καὶ τὰ ἁλματα τῶν ἀνθρώπων, καὶ τὰς φλυαρίας τῶν ῶν τοῦ αἰῶνος τούτου. Πολλοὶ γὰρ ἑρμηνεύειν χειροῦσι τὰς θείας Γραφὰς καὶ τῶν τῆς Ἐκκλησίαζ, καὶ τῶν ἔξω ταύτης αἱρετικῶν τε καὶ Ἰουδαίων. ἢ καὶ Σαμαρειτῶν, ἀλλʼ οὐ πάντες λέγουσι καλῶς. Σπάνιος γὰρ ὁ ἔχων ἀπὸ τοῦ Θεοῦ εἰς τοῦτο χάριν, πολλῶν μὲν ἐπαγγελλομένων λέγειν, οὐ καλῶς δὲ, καὶ παρανόμως βιούντων. Εἴ τι οὖν λέγουσιν, ἀδολεσχία καὶ φλυαρία· οὐ γὰρ δύναται λόγος εὔτονος καὶ ἐῤῥωμένος καὶ σωτήριος εἶναι ἐν τῇ ψυχῇ παρανόμου.