Ancient Greek · ~5 min
5 to 8
Origen, Selecta in Psalmos [Dub.] 5-15-8
Not analysed yet
Ζωὴν ᾐτήσατό σε, καὶ ἔδωκας αὐτῷ μακρότητα ἡμερῶν εἰς αἰῶνα αἰῶνος, κ. τ. ἑ. Ζήτησον (37) εἰ ἡ μὲν ἔστιν ἀπὸ Θεοῦ δεδομένη ζωὴ, ἡ δὲ ἀπὸ τῆς ὕλης ἐρχομένη, καὶ σύγκρινον τό· «Ἐνεφύσησεν εἰς τὸ πρόσωπον αὐτοῦ πνοὴν ζωῆς, »τῷ· «Ἐξαγαγέτω ἡ γῆ ψυχὴν ζῶσαν.» Ζωὴν ᾐτήσατό σε, τὸν πρὸ τῆς νόσου βίον αὐτοῦ. Τοῦ αὐτοῦ. Ὁ βασιλεὺς (38) ὡς ἀγαθὸν ᾐτήσατο τὴν ζωὴν ἀπὸ Κυρίσυ, καὶ εἵληφεν. Ἀγαθὸν δέ ἐστιν ζωὴ, ὁ εἰπών· Ἐγώ εἰμι ἡ ζωή. »Καὶ τάχα ὁ δόξας φιλοζωεῖν Ἐζεκίας ἐκείνην ἤθελε τὴν ζωὴν, ἥν υμβολικῶς ἐφιλοζώει. Μεγάλη ἡ δόξα αὐτοῦ ἐν τῷ σωτηρίῳ σου, κ. τ. ἑ. Τὸ σωτήριον (39) δόξαν περιποιεῖ μεγάλην τῷ ἐκ νεκρῶν ἀναστάντι βασιλεῖ· καὶ δόξαν ἔχοντι καὶ ἑτέραν προσέθηκε καὶ ἐκ τῆς ἀναστάσεως, κατὰ ὁ· «Ἐδόξασα καὶ πάλιν δοξάσω. »Τοῦ αὐτοῦ. Ἡ δόξα (40) τοῦ βασιλέως μεγάλη στὶν ἐν τῷ σωτηρίῳ τοῦ Κυρίου, καὶ οὐκ ἔν τινι ῶν κατωτέρων ἐκείνου. «Δόξαν καὶ μεγαλοπρέπειαν πιθήσεις ἐπʼ αὐτόν. »Εἶχε μὲν ὁ Χριστὸς δόξαν καὶ εγαλοπρέπειαν ἐν μορφῇ Θεοῦ ὑπάρχων· ὅτε δὲ καὶ θρωπος γέγονεν, ὁ Θεὸς αὐτὸν ὑπερύψωσε.