Ancient Greek · ~4 min
5 to 8
Origen, Selecta in Psalmos [Dub.] 5-24-8
Not analysed yet
Καὶ ἔτι ὀλίγον, καὶ οὐ μὴ ὑπάρξει ἁμαρτωλὸς, κ. τ. ἑ. Ἀμφίβολος ἡ λέξις (30)· ἢ γὰρ ἀνύπαρκτος ἔσται ὁ ἁμαρτωλὸς, (ὅπερ οἴονται οἱ παντελῶς τοὺς φαύλους φθείρεσθαι λέγοντες οὐχ ὑγιῶς·) ἢ καθʼ ὃ ἁμαρτωλός ἐστιν, οὐχ ὑπάρξει. Καὶ ζητήσεις τὸν τόπον αὐτοῦ, καὶ οὐ μὴ εὕρῃς, κ. τ. ἑ. Τόπος (31) ἁμαρτωλοῦ ἡ κακία. Οἱ δὲ ποαεῖς κληροτομήσσυσι γῆν, κ. τ. ἑ. Ἡ γῆ νῦν (32) γνῶσιν σημαίνει· ὡς γὰρ ἐν τόπῳ· τῇ θεωρίᾳ λέγεται εἶναι ὁ νοῦς. «Καὶ κατατρυφήσουσιν ἐπὶ πλήθει εἰρήνης. »Τρυφὴ δικαίου πλῆθος εἰρήνης, πλῆθος δὲ εἰρήνης ἐστὶν ἀπάθεια ψυχῆς μετὰ γνώσεως τῶν ὄντων ἀληθοῦς. Κρεῖσσον ὀλίγον τῷ δικαίῳ ὑπέρ πλοῦτον ἁμαρτωλῶν πολὺν, κ. τ. ἑ. Κρεῖσσον ὀλίγη (33) γνῶσις πνευματικὴ ὑπὲρ πλῆθος σεφίας ἐθνῶν. Ὑποστηρίζει δὲ τοὺς δικαίους ὁ Κόρος, κ. τ. ἑ. Οὐδὲν οὕτως (34) ὑποστηρίζει τὸν δίκαιον, ὡς χάρισμα πνευματικόν «Ἵνα μεταδῷ ὑμῖν χάρισμα πνευματικὸν εἰς τὸ στηριχθῆναι ὑμᾶς, »φησὶν ὁ Ἀπόστολος.