Ancient Greek · ~2 min
ΨΑΛΜΟΣ ΝΑ΄.
Origen, Selecta in Psalmos [Dub.] 5-33
Not analysed yet
Ὅλην τὴν ἡμέραν ἀδικίαν ἐλογίσατο ἡ γλῶσσά σου· ὡσεὶ ξυρὸν ἠκονημένον ἐποίησας δόλον, κ. τ. ἑ. Τὸ λογιζόμενον (22), τὸ ἡγεμονικὸν, καὶ ἡ καρδία, οὐχ ἡ γλῶσσα τοῦ Δωὴκ ἀδικίαν ἐλογίσατο. Τὸ δὲ, ἐλογίσατο, ἤτουν ἀδίκους λογισμοὺς, ἐπεὶ «ἐν στόματι μωρῶν ἡ καρδία αὐτῶν, »διὰ τοῦτο ἡ γλῶσσα τοῦ Δωὴκ ἐφθέγξατο· οὐ γὰρ αὐτὴ ἡ λογιζομένη, ἀλλʼ ἡ τοῖς λογισμοῖς ἐξυπηρετουμένη.