Ancient Greek · ~2 min
ΨΑΛΜΟΣ ΞΕ΄.
Origen, Selecta in Psalmos [Dub.] 5-41
Not analysed yet
Δεῦτε, καὶ ἵδετε τὰ ἔργα τοῦ Θεοῦ, κ. τ. ἑ. Βλέπει τὰ ἔργα (51) τοῦ Θεοῦ ὁ συνιεὶς πῶς καλά ἐστε· καὶ ὁ ἐλθὼν πρὸς τὸ λέγον πνεῦμα, «Δεῦτε, »συνίησιν. Ὅσα δὲ ἂυ βουλευσάμενος ἄνθρωπος λέγῃ τὰ περὶ τῶν ἔργων τοῦ Θεοῦ, τούτων πολλῷ μείζονὰ ἐσπι τὰ ἔργα τοῦ Θεοῦ, ὥστε φοβηθῆναι ἂν ἐκπλαγέντα τὸν ἰδόντα πῶς φοβερός ἐστιν ἐν βουλαῖς ὁ Θτὸς ὑπὲρ τοὺς υἶοὺς τῶν ἀνθρώπων.