Ancient Greek · ~2 min
ΨΑΛΜΟΑ ΟΓ΄,
Origen, Selecta in Psalmos [Dub.] 5-46
Not analysed yet
Ὅσα ἐπονηρεύσατο ὁ ἐχθρὸς ἐν τῷ ἁγίῳ σου, καὶ ἐνεκαυχήσαντο οἱ μισοῦντές σε, ἐν μέσῳ τῆς ἑορτῆς σου, κ. τ. ἑ. Οὐ τόπου (93), ἀλλʼ ἀρετῆς ὁ Θεός. Ἡ δὲ τοῦ τόπου μνήμη διὰ φιλανθρωπίας ἐλπίδα· ὥστε τοὺς ἐπιβάντας τοῖς ἀφιερωθεῖσι Θεῷ χωρίοις ἀμείβεσθαί φησι τοῦτο, ὅτι ὁ λόγος ὁ πονηρὸς ἐχθρὸς ἐν τοῖς ἀγίοις ἐστί. Καὶ νῦν πονηρεύεται ὁ ἐχθρὸς ἐν τῷ ἁγίῳ, τουτέστιν ἐν τῇ Ἐκκλησίᾳ. Καὶ ἐὰν ἐκπέσῃ τις τῶν ἑορτῶν τοῦ Θεοῦ, ἐγκαυχῶνται οἱ μισοῦντες τὸν Χριστὸν καὶ ἀναιροῦντες αὐτὸν, εἴτε ὁ λαὸς, εἴτε αἱ ἀντικείμεναι δυνάμεις.