Ancient Greek · ~2 min
ΨΑΛΜΟΣ ΡΙΓ΄.
Origen, Selecta in Psalmos [Dub.] 5-47
Not analysed yet
Οὐχ οἱ νεκροὶ αἰνέσουσί σε, Κύριε, οὐδὲ πάντες οἱ καταβαίνοντες εἰς ᾅδου. Ἀλλʼ ἡμεῖς οἱ ζῶντες εὐλογήσομεν τὸν Κύριον ἀπὸ τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος, κ. τ. ἑ. Οὐ δύναται νεκρὸς αἰνέσαι τὴν ζωὴν τὴν εἰποῦσαν, «Ἐγώ εἰμι ἡ ζωή. »—«Οὐδὲ πάντες, »οὐκ εἶπεν, «οἱ καταβάντες, »ἀλλ᾿ «οἱ καταβαίνοντες. »—«Ἀλλʼ ἡμεῖς οἱ ζῶντες, »ὡς καὶ Παῦλος· «Ἔπειτα ἡμεῖς οἱ ζῶντες, οἱ περιλειπτόμενοι. »