Ancient Greek · ~2 min
ΨΑΛΜΟΣ ΡΚΕ΄.
Origen, Selecta in Psalmos [Dub.] 5-52
Not analysed yet
Ἐπίστρεψον, Κύριε, τὴν αἰχμαλωσίαν ἡμῶν ὡς χειμάῤῥους ἐν τῷ νότῳ, κ. τ. ἑ. Ἀνωτέρω μὲν (81) ὡς ἤδη ἐπιστροφῆς ἀπὸ τῆς αἰχμαλωσίας γενομένης εἴρηνται οἱ δύο στίχοι· νῦν δὲ ὡσεὶ ἐν αἰχμαλωσίᾳ ὢν ταῦτά φησιν ὁ Προφήτης· τὸ μὲν πρότερον προφητεύων, σἶμαι, περὶ τῶν ἀποστόλων· τὸ δὲ δεύτερον ἐκ προσώπου λέγων ἐθνῶν. Τῶν γὰρ ἐν τοῖς ἔθνεσίν ἐστι τὰ ἀπὸ τοῦ, «Ἐμεγάλυνε Κύριος τοῦ ποιῆσαι μετὰ τούτων, »ἕως τοῦ, «Ὠς χειμάῤῥους ἐν τῷ νότῳ. »