Ancient Greek
ΨΑΛΜΟΣ ΡΜΓ΄.
Origen, Selecta in Psalmos [Dub.] 5-58
Not analysed yet
Ἐξελοῦ με καὶ ῥῦσαί με ἐξ ὑδάτων πολλῶν, ἐκ ρὸς υἱῶν ἀλλοτρίων, ὧν τὸ στόμα ἐλάλησε ταιότητα, καὶ ἡ δεξιὰ αὐτῶν δεβιὰ ἀδικίας, τ. ἐ. Τῶν ἑτεροδόξων (89) διὰ μεγάλα δόγματα ἐλάλησε τὸ στόμα ματαιότητα, διὰ δὲ τὰς πράξεις πονηρὰς ἡ δεξιὰ αὐτῶν δεξιὰ ἀδικίας. Οἱ ἀλλότριοι δὲ υἱοὶ οἴονταί τινα εἶναι δεξιὰ, ἅτινα ἀδικίας ἐστί· διὸ καὶ ὁ διάβολος ἵσταται ἐκ δεξιῶν αὐτῶν, ὡς καὶ τοῦ Ἰούδα.