Ancient Greek · ~2 min
ΨΑΛΜΟΣ ΠΙΗ'.
Origen, Selecta in Psalmos [Dub.] 52
Not analysed yet
Κατὰ τὸ ἔλεός σου ζῆσόν με. καὶ φυλάξω τὰ μαρτύρια τοῦ στόματός σου, κ. τ. ἑ. Μὴ ἐκ θῆναι ταῖς τῶν ἐπιβουλευόντων χερσὶν εἰς θάνατον ἀβισῖ, ζωὴν αἰτῶν οὕπω τὴν αἰώνιον, ἀλλὰ τὴν παροῦσαν· οὐχ ὡς τέλος δὲ αὐτὴν αἰτεῖ, ἀλλʼ ὡς ἀγαθοῦ τέλους συναίτιον ἐσομένην. Ὅτι ζήσας, φησὶ, φυλάξω τὰ τοῦ Θεοῦ προστάγματα, διʼ ὧν καὶ τὴν αἰώνιον ἔσπι περιποιήσασθαι ζωήν.