Ancient Greek · ~5 min
ΨΑΛΜΟΣ. Β΄.
Origen, Selecta in Psalmos [Dub.] 6-2
Not analysed yet
Αἴτησαι παρʼ ἐμοῦ, καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου, καὶ τὴν κατάσχεσίν σου τὰ πέρατα τῆς γῆς, κ. τ. ἑ. Τέθειται γὰρ ὡς ἄνθρωπος κληρονόμος πάντων οἰκονομικῶς, ἵνα λοιπὸν ὡς αὐτῷ προσήκοντά τε καὶ ἴδιον ἀνασώσῃ κλῆρον τοὺς ἐπὶ τῆς γῆς ἀνοσίως διεσπαρμένους ὑπό τε τοῦ διαβόλου καὶ τῶν σὺν αὐτῷ δυνάμεων πονηρῶν· οὐ καὶ εἰς πέρας ἐνηνεγμένου, πρὸς τὸν ἑαυτοῦ Πατέρα φησὶ περὶ ἡμῶν· «Οὓς δέδωκάς μοι ἐκ τοῦ κόσμου, σοὶ ἦσαν, καὶ ἐμοὶ αὐτοὺς δέδωκας. »Ἄθρει δὴ οὖν ὅπως εἰς τὸν ὑπάρχοντα αὐτῷ πλοῦτον κατὰ φύσιν ἅνεισι καὶ μετὰ σαρκός. Εἰ γὰρ ἦσαν οἱ ἐν κόσμῳ τοῦ Πατρὸς, κατά τινα τρόπον νοηθεῖεν ἂν τοῦ συμβουλεύοντος αὐτῷ Λόγου· τοιγάρτοι καὶ ἔφασκε· «Πάντα τὰ ἐμὰ σά ἐστι, καὶ τὰ σὰ ἐμά· καὶ δεδόξασμαι ἐν αὐτοῖς.» Πῶς οὖν αἰτεῖν προστάττεται. καὶ δέχεται μὲν εἰς κληρονομίαν ἔθνη, κατάσχεσιν δὲ ποιεῖται τὰ πέρατα τῆς γῆς; Ἀποσκιρτήσαντα γὰρ ἐξιτήλως τὸν ἄνθρωπον δουλείας τῆς ὑπὸ Θεοῦ, διασῶσαι θέλων τοῦτον Γενεσιουργὸς καὶ Πατὴρ πέπομφεν εἰς τόνδε τὸν ἐνεστηκότα κόσμον τὸν μονογενῆ Λόγον, ἵνα γενόμενος σὰρξ, καὶ χωρηθεὶς, καὶ φύσει ἀστραφὴς, κηρύξῃ αἰχμαλώτοις ἄφεσιν, καὶ τυφλοῖς ἀνάβλεψιν. Οὐκοῦν κἂν εἰ λέγοιτο λαβεῖν, καὶ τεθεῖσθαι κληρονόμος διὰ τὸ ἀνθρώπινον, οὐκ ἀγνοήσωμεν τὴν οἰκονομίαν.