Ancient Greek · ~3 min
ΨΑΛΜΟΕ Α΄.
Origen, Selecta in Psalmos [Dub.] 6-20
Not analysed yet
Εἰς χεῖράς σοο παραθήσομαι τὸ πνεῦμά μου. κ. τ. ἑ. Ὡς τὴν ψυχὴν (60) πολεμούμενος· σώματος γὰρ τοῖς ἁγίοις ὀλίγη φροντίς. Καὶ πρὸς τῶν ἀπατεώνων τρωθῆναι φοβούμενος τὸ πνεῦμα παρατίθεται τῷ Θεῷ, τὰς προνοητικὰς αὐτοῦ δυνάμεις χεῖρας καλῶν. Τῷ δὲ παρόντι ῥητῷ καὶ ὁ Σωτὴρ ἐπὶ τοῦ σταυροῦ πεπηγμένος ἐχρήσατο. Πνεῦμα δὲ ἡ Γραφὴ ποτὲ μὲν τὴν διάνοιαν καλεῖ. ὡς ἐν τῷ σπουδάζειν εἶναι τὴν παρθένον ἁγίαν πνεύματι καὶ σώματι· ποτὲ δὲ τὴν ψυχὴν, ὡς παρὰ «Ὥσπερ δὲ τὸ σῶμα χωρὶς πνεύματος νεκρόν ἐστι· »ποτὲ δὲ τὸ συνεζευγμένον τῇ ψυχῇ συνειδὸς, ὡς ἐν τῷ, «Οὐδεὶς οἶδε τὰ τοῦ ἀνθρώπου εἰ μὴ τὸ πνεῦμα τὸ ἐνοικοῦν ἐν αὐτῷ. »Τὸ δὲ προκείμενον κατὰ τοὺς τρεῖς νοηθήσεταε τρόπους. Ὡς ἁλοὺς δὲ παρὰ τῶν πολεμίων, ὑπὸ Θεοῦ λελυτρῶνομίαν τῆς πολιτείας ἀκάλεσεν.