Ancient Greek · ~3 min
ΨΑΛΜΟΣ ΡΙΘ΄.
Origen, Selecta in Psalmos [Dub.] 6-42
Not analysed yet
Οἴμοι· ὅτι ἡ παροικία μου ἐμακρύνθη, κατκήνωσα μετὰ τῶν σκηνωμάτων Κηδὰρ, κ. τ. ἑ. κ ἔστι (46) τοῦ αὐτοῦ λέγειν· «Μὴ ἀναγάγῃς με ἡμίσει ἡμερῶν μου· »καὶ τό· «Οἴμοι, ὅτι ἡ ροικία μου ἐμακρύνθη. »Ἤ τάχα ἡμέρας ἐκεῖ λέἃς ὁ φόβος τοῦ Κυρίου κατὰ τὸν Σολομῶντα προστίθησι, τὰς ὑπὸ τοῦ ἡλίου τῆς δικαιοσύνης γενομένας, ἐν αἷς καὶ Ἀβραὰμ ἀπέθανε πλήρης ἡμερῶν. Ἐνταῦθα δὲ πρὸς τὴν αἰσθητὴν δωρεὰν ἀποδύρεται· ἔχει γὰρ καὶ οὗτος «ἐπιθυμίαν τοῦ ἀναλῦσαι καὶ σὺν Χριστῷ εἶναι, πολλῷ μᾶλλον κρείσσονα· τὸ δὲ ἐπιμένειν τῇ σαρκὶ ἀναγκαιότερον »διὰ τοὺ; φελημένους, εἴπερ ὁ Δαυΐδ κατὰ τὸν Λοῦκαν ἐν ταῖς Πράξεσι τῶν Ἀποστόλων, ἢ καὶ κατὰ Παῦλον ἰδίᾳ γενεᾷ ὑπερετήσων »ἐξαπεστάλη.